85
τῷ γὰρ ὄντι τοιοῦτος ἡμῖν προσορᾶν ἔοικε, πάνυ εὔνους καὶ κηδόμενος, ὥστʼ ἔμοιγε μικροῦ φθέγγεσθαι δοκεῖ τάδε μὲν οὕτως, ὦ σύμπασα Ἑλλάς, καλῶς καὶ προσηκόντως ἐπιτελεῖς, θυσίας τε θύουσα ἐκ τῶν παρόντων μεγαλοπρεπεῖς καὶ δὴ καὶ τὸν εὐκλεέστατον ἀγῶνα τιθεῖσα ὡς ἀπʼ ἀρχῆς εὐεξίας καὶ ῥώμης καὶ τάχους, ὅσα τε ἑορτῶν καὶ μυστηρίων ἔθη λαβοῦσα διαφυλάττεις. ἀλλὰ ἐκεῖνο φροντίζων σκοπῶ, ὅτι αὐτήν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
(12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ.
1
ὅτε φεύγειν συνέβη με φιλίας ἕνεκεν λεγομένης ἀνδρὸς οὐ πονηροῦ, τῶν δὲ τότε εὐδαιμόνων τε καὶ ἀρχόντων ἐγγύτατα ὄντος, διὰ ταῦτα δὲ καὶ ἀποθανόντος, δίʼ ἃ πολλοῖς καὶ σχεδὸν πᾶσιν ἐδόκει μακάριος, διὰ τὴν ἐκείνων οἰκειότητα καὶ ξυγγένειαν, ταύτης ἐνεχθείσης ἐπʼ ἐμὲ τῆς αἰτίας, ὡς δὴ τἀνδρὶ φίλον ὄντα καὶ σύμβουλον· ἔθος γάρ τι τοῦτό ἐστι τῶν τυράννων, ὥσπερ ἐν Σκύθαις τοῖς βασιλεῦσι συνθάπτειν οἰνοχόους καὶ μαγείρους καὶ παλλακάς, οὕτως τοῖς ὑπʼ αὐτῶν ἀποθνήσκουσιν ἑτέρους προστιθέναι πλείους ἀπʼ οὐδεμιᾶς αἰτίας·
2
τότε δʼ οὖν, ἐπεί με φεύγειν ἔδοξεν, ἐσκόπουν πότερον ὄντως χαλεπόν τι καὶ δυστυχὲς εἴη τὸ τῆς φυγῆς κατὰ τὴν τῶν πολλῶν δόξαν, ἢ πάντα τὰ τοιαῦτα ἕτερον πέπονθεν, ὁποῖον λεγόμενόν ἐστι περὶ τὴν μαντείαν τὴν τῶν γυναικῶν ἐν τοῖς ἱεροῖς. ἐκεῖναι γὰρ βῶλόν τινα ἢ λίθον αἴρουσαι σκοποῦσιν ἐν τούτῳ περὶ τοῦ πράγματος οὗ πυνθάνονται. καὶ δὴ ταῖς μὲν αὐτῶν φασι γίγνεσθαι κοῦφον, ταῖς δὲ βαρύν, ὡς μηδὲ κινῆσαι δύνασθαι ῥᾳδίως.
3
μὴ ἄρα καὶ τὸ φεύγειν καὶ τὸ πένεσθαι καὶ γῆρας δὴ καὶ νόσος καὶ πάντα τὰ τοιαῦτα τοῖς μὲν βαρέα φαίνεται καὶ χαλεπά, τοῖς δʼ ἐλαφρά τε καὶ εὔκολα· ἐκεῖ μὲν ἴσως κατὰ τὴν τοῦ πράγματος διαφορὰν ἐλαφρύνοντος τοῦ δαιμονίου τὸ βάρος, ἐνταῦθα δὲ οἶμαι πρὸς τὴν τοῦ χρωμένου δύναμιν καὶ γνώμην.