8
ἐκ δὲ τούτου ἐνεθυμούμην ὅτι οὐ πάντως ἡ φυγὴ βλαβερὸν οὐδὲ ἀσύμφορον οὐδὲ τὸ μένειν ἀγαθὸν καὶ πολλοῦ ἄξιον (οὐ γὰρ ἂν τὸ μὲν αὐτῶν παρῄνει καὶ συνεβούλευεν ὁ Ἀπόλλων, τὸ φεύγειν, τὸ δὲ μένειν ἄντικρυς ἀπηγόρευε, καὶ ταῦτα ἀνδρὶ θεσπίζων, ὅς ἦν ἐπιμελέστατος περὶ τὸ θεῖον καὶ θυσίας τε πλείστας ἔθυε καὶ μέγιστα ἀναθήματα πεπόμφει τῶν πώποτε ἀναθέντων εἰς Δελφοὺς)
9
ταῦτα ἐνθυμουμένῳ μοι ἔδοξε καὶ αὐτὸν εἰς θεοῦ βαδίσαντα χρήσασθαι συμβούλῳ ἱκανῶς κατὰ τὸ παλαιὸν ἔθος τῶν Ἑλλήνων. οὐ γὰρ περὶ νόσου μὲν καὶ ἀπαιδίας, εἴ τῳ μὴ γίγνοιντο παῖδες, καὶ περὶ καρπῶν ἱκανῶς συμβουλεύειν αὐτόν, περὶ δὲ τοιούτου πράγματος ἧττον δυνήσεσθαι. καὶ δὴ χρωμένῳ μοι ἀνεῖλεν ἄτοπόν τινα χρησμὸν καὶ οὐ ῥᾴδιον συμβαλεῖν. ἐκέλευε γάρ με αὐτὸ τοῦτο πράττειν ἐν ᾧ εἰμι πάσῃ προθυμίᾳ, ὡς καλήν τινα καὶ συμφέρουσαν πρᾶξιν, ἕως ἄν, ἔφη, ἐπὶ τὸ ἔσχατον ἀπέλθῃς τῆς γῆς. καίτοι χαλεπὸν καὶ κατʼ ἄνθρωπον ψεύδεσθαι, μὴ ὅτι κατὰ θεόν.
10
ἐλογισάμην οὖν ὅτι ὁ μὲν Ὀδυσσεὺς μετὰ τοσούτους πλάνους οὐκ ὤκνησεν ἀλᾶσθαι πάλιν κώπην φέρων, Τειρεσίου συμβουλεύσαντος, ἀνδρὸς τεθνηκότος, μέχρι ἂν ἀνθρώποις συμβάλῃ μηδὲ ἀκοῇ γιγνώσκουσι θάλατταν· ἐμοὶ δὲ οὐ ποιητέον τοῦτο τοῦ θεοῦ κελεύοντος; οὕτω δὴ παρακελευσάμενος ἐμαυτῷ μήτε δεδιέναι μήτε αἰσχύνεσθαι τὸ πρᾶγμα, στολήν τε ταπεινὴν ἀναλαβὼν καὶ τἄλλα κολάσας ἐμαυτὸν ἠλώμην πανταχοῦ.
11
οἱ δὲ ἐντυγχάνοντες ἄνθρωποι ὁρῶντες οἱ μὲν ἀλήτην, οἱ δὲ πτωχὸν ἐκάλουν, οἱ δέ τινες καὶ φιλόσοφον. ἐντεῦθεν ἐμοὶ συνέβη κατʼ ὀλίγον τε καὶ οὐ βουλευσάμενον αὐτὸν οὐδὲ ἐφʼ ἑαυτῷ μέγα φρονήσαντα τούτου τοῦ ὀνόματος τυχεῖν. οἱ μὲν γὰρ πολλοὶ τῶν καλουμένων φιλοσόφων αὑτοὺς ἀνακηρύττουσιν, ὥσπερ οἱ Ὀλυμπίασι κήρυκες· ἐγὼ δὲ τῶν ἄλλων λεγόντων οὐκ ἐδυνάμην ἀεὶ καὶ πᾶσι διαμάχεσθαι.