16
ἐκεῖνος γὰρ ὁπότʼ ἴδοι πλείονας ἀνθρώπους ἐν τῷ αὐτῷ, σχετλιάζων καὶ ἐπιτιμῶν ἐβόα πάνυ ἀνδρείως τε καὶ ἀνυποστόλως, Ποῖ φέρεσθε, ὤνθρωποι, καὶ ἀγνοεῖτε μηδὲν τῶν δεόντων πράττοντες, χρημάτων μὲν ἐπιμελούμενοι καὶ πορίζοντες πάντα τρόπον, ὅπως αὐτοί τε ἄφθονα ἕξετε καὶ τοῖς παισὶν ἔτι πλείω παραδώσετε, αὐτῶν δὲ τῶν παίδων καὶ πρότερον ὑμῶν τῶν πατέρων ἠμελήκατε ὁμοίως ἅπαντες, οὐδεμίαν εὑρόντες οὔτε παίδευσιν οὔτε ἄσκησιν ἱκανὴν οὐδὲ ὠφέλιμον ἀνθρώποις, ἣν παιδευθέντες δυνήσεσθε τοῖς χρήμασι χρῆσθαι ὀρθῶς καὶ δικαίως, ἀλλὰ μὴ βλαβερῶς καὶ ἀδίκως, καὶ ὑμῖν αὐτοῖς ἐπιζημίως, ὃ σπουδαιότερον ἡγεῖσθαι τῶν χρημάτων, καὶ υἱοῖς καὶ θυγατράσι καὶ γυναιξὶ καὶ ἀδελφοῖς καὶ φίλοις, κἀκεῖνοι ὑμῖν.
17
ἀλλʼ ἦ κιθαρίζειν καὶ παλαίειν καὶ γράμματα μανθάνοντες ὑπὸ τῶν γονέων καὶ τοὺς υἱοὺς διδάσκοντες οἴεσθε σωφρονέστερον καὶ ἄμεινον οἰκήσειν τὴν πόλιν; καίτοι εἴ τις συναγαγὼν τούς τε κιθαριστὰς καὶ τοὺς παισοτρίβας καὶ τοὺς γραμματιστὰς τοὺς ἄριστα ἐπισταμένους ἕκαστα τούτων πόλιν κατοικίσειεν ἐξ αὐτῶν ἢ καὶ ἔθνος, καθάπερ ὑμεῖς ποτε τὴν Ἰωνίαν, ποία τις ἂν ὑμῖν δοκεῖ γενέσθαι πόλις καὶ τίνα οἰκεῖσθαι τρόπον; οὐ πολὺ κάκιον καὶ αἴσχιον τῆς ἐν Αἰγύπτῳ καπήλων πόλεως, ὅπου πάντες κάπηλοι κατοικοῦσιν, ὁμοίως μὲν ἄνδρες, ὁμοίως δὲ γυναῖκες; οὐ πολὺ γελοιότερον οἰκήσουσιν οὗτοι, οὓς λέγω τοὺς τῶν ὑμετέρων παίδων διδασκάλους, οἱ παιδοτρίβαι καὶ κιθαρισταὶ καὶ γραμματισταί, προσλαβόντες τούς τε ῥαψῳδοὺς καὶ τοὺς ὑποκριτάς.
18
καὶ γὰρ δὴ ὅσα μανθάνουσιν οἱ ἄνθρωποι, τούτου ἕνεκα μανθάνουσιν ὅπως, ἐπειδὰν ἡ χρεία ἐνστῇ πρὸς ἣν ἐμάνθανεν ἕκαστος, ποιῇ τὸ κατὰ τὴν τέχνην, οἷον ὁ μὲν κυβερνήτης ὅταν εἰς τὴν ναῦν ἐμβῇ, τῷ πηδαλίῳ κατευθύνων· διὰ τοῦτο γὰρ ἐμάνθανε κυβερνᾶν· ὁ δὲ ἰατρὸς ἐπειδὰν παραλάβῃ τὸν κάμνοντα, τοῖς φαρμάκοις καὶ τοῖς περὶ τὴν δίαιταν ἰώμενος, οὗ ἕνεκα ἐκτήσατο τὴν ἐμπειρίαν.