24
πρὸς τὸν τοιαῦτα εἰπόντα ἔλεγεν ὅτι οὐδὲ ἐκεῖνοι ἦλθον παιδείαν οὐδεμίαν παιδευθέντες οὐδὲ ἐπιστάμενοι βουλεύεσθαι περὶ τῶν πραγμάτων, ἀλλὰ τοξεύειν τε καὶ ἱππεύειν καὶ θηρᾶν μεμελετηκότες, καὶ τὸ γυμνοῦσθαι τὸ σῶμα αἴσχιστον αὐτοῖς ἐδόκει καὶ τὸ πτύειν ἐν τῷ φανερῷ· ταῦτα δὲ αὐτοὺς οὐδὲν ἔμελλεν ὀνήσειν· ὥστε οὐδʼ ἦν στρατηγὸς ἐκείνων οὐδεὶς οὐδὲ βασιλεύς, ἀλλὰ μυριάδες ἀνθρώπων ἀμύθητοι πάντων ἀφρόνων καὶ κακοδαιμόνων. εἷς δέ τις ἐν αὐτοῖς ὑπῆρχεν ὀρθὴν ἔχων τιάραν καὶ ἐπὶ θρόνου χρυσοῦ καθίζων, ὑφʼ οὗ πάντες ὥσπερὑπὸ δαίμονος ἠλαύνοντο πρὸς βίαν, οἱ μὲν εἰς τὴν θάλατταν, οἱ δὲ κατὰ τῶν ὀρῶν, καὶ μαστιγούμενοι καὶ δεδιότες καὶ ὠθούμενοι καὶ τρέμοντες ἠναγκάζοντο ἀποθνῄσκειν.
25
ὥσπερ οὖν εἰ δύο ἀνθρώπω παλαίειν οὐκ εἰδότε παλαίοιεν, ὅ γε ἕτερος καταβάλοι ἂν ἐνίοτε τὸν ἕτερον, οὐ διʼ ἐμπειρίαν, ἀλλὰ διά τινα τύχην, πολλάκισδὲ καὶ δὶς ἐφεξῆς ὁ αὐτός, οὕτως καὶ Ἀθηναίοις Πέρσαι συμβαλόντες, τοτὲ μὲν Ἀθηναῖοι περιῆσαν, τοτὲ δὲ Πέρσαι, ὥσπερ ὕστερον, ὅτε καὶ τὰ τείχη τῆς πόλεως κατέβαλον μετὰ Λακεδαιμονίων πολεμοῦντες.
26
ἐπεὶ ἔχοις ἄν μοι εἰπεῖν εἰ τότε Ἀθηναῖοι ἀμουσότεροι καὶ ἀγραμματώτεροι γεγόνεσαν; ἔπειτα αὖθις ἐπὶΚόνωνος, ὅτε ἐνίκησαν τῇ ναυμαχίᾳ τῇ περὶ Κνίδον, ἄμεινον ἐπάλαιον καὶ ᾖδον; οὕτως οὖν ἀπέφαινεν αὐτοὺς οὐδεμιᾶς παιδείας χρηστῆς τυγχάνοντας. τοῦτο δὲ οὐ μόνον Ἀθηναίοις, ἀλλὰ καὶ σχεδόν τι πᾶσιν ἀνθρώποις καὶ πρότερον καὶ νῦν συμβέβηκεν.
27
καὶ μὴν τό γε ἀπαίδευτον εἶναι καὶ μηδὲν ἐπιστάμενον ὧν χρὴμηδὲ ἱκανῶς παρεσκευασμένον πρὸς τὸν βίον ζῆν τε καὶ πράττειν ἐπιχειρεῖν οὕτως μεγάλα πράγματα μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκειν· τοὺς γὰρ ἀμαθεῖς καὶ ἀπαιδεύτους ψέγειν αὐτοὺς ὡς οὐ δυναμένους ζῆν ὀρθῶς· εἶναι δὲ ἀμαθεῖς οὐχὶ τοὺς ὑφαίνειν ἢ σκυτοτομεῖν μὴ ἐπισταμένους οὐδὲ τοὺς ὀρχεῖσθαι οὐκ εἰδότας, ἀλλὰ τοὺς ἀγνοοῦντας ἃ ἔστιν εἰδότα καλὸν καὶ ἀγαθὸν ἄνδρα εἶναι.