28
καὶ οὕτως δὴ παρεκάλει πρὸς τὸ ἐπιμελεῖσθαι καὶ προσέχειν αὑτῷ τὸν νοῦν καὶ φιλοσοφεῖν· ᾔδει γὰρ ὅτι τοῦτο ζητοῦντες οὐδὲν ἄλλο ποιήσουσιν ἢ φιλοσοφήσουσι. τὸ γὰρ ζητεῖν καὶ φιλοτιμεῖσθαι ὅπως τις ἔσται καλὸς καὶ ἀγαθὸς οὐκ ἄλλο τι εἶναι ἢ τὸ φιλοσοφεῖν. οὐ μέντοι πολλάκις οὕτως ὠνόμαζεν, ἀλλὰ μόνον ζητεῖν ἐκέλευεν ὅπως ἄνδρες ἀγαθοὶ ἔσονται.
29
πρός τε οὖν τοὺς ἄλλους σχεδόν τι ταῦτα διελεγόμην ἀρχαῖα καὶ φαῦλα, καὶ ἐπειδὴ οὐκ εἴων ἐν αὐτῇ τῇ Ῥώμῃ γενόμενον ἡσυχίαν ἄγειν, ἴδιον μὲν οὐδένα ἐτόλμων διαλέγεσθαι λόγον, μὴ καταγελασθῶ τε καὶ ἀνόητος δόξω φοβούμενος, ἅτε συνειδὼς αὑτῷ πολλὴν ἀρχαιότητα καὶ ἀμαθίαν· ἐνεθυμούμην δέ, φέρε, ἂν μιμούμενος τοιούτους τινὰς διαλέγωμαι λόγους περὶ τῶν θαυμαζομένων παρʼ αὐτοῖς, ὡς οὐδέν ἐστιν αὐτῶν ἀγαθόν, καὶ περὶ τρυφῆς καὶ ἀκολασίας, καὶ ὅτι παιδείας πολλῆς καὶ ἀγαθῆς δέονται, τυχὸν οὐ καταγελάσουσί μου ταῦτα λέγοντος οὐδὲ φήσουσιν ἀνόητον·
30
εἰ δὲ μή, ἕξω λέγειν ὅτι εἰσὶν οἱ λόγοι οὗτοι ἀνδρὸς ὃν οἵ τε Ἕλληνες ἐθαύμασαν ἅπαντες ἐπὶ σοφίᾳ καὶ δὴ καὶ ὁ Ἀπόλλων σοφὸν αὐτὸν ἡγήσατο. καὶ Ἀρχέλαος Μακεδόνων βασιλεύς, πολλὰ εἰδὼς καὶ πολλοῖς συγγεγονὼς τῶν σοφῶν, ἐκάλει αὐτὸν ἐπὶ δώροις καὶ μισθοῖς, ὅπως ἀκούοι αὐτοῦ διαλεγομένου τοὺς λόγους τούτους.
31
οὕτω δὴ καὶ ἐγὼ ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις, ἐπειδή με ἐκάλεσαν καὶ λέγειν ἠξίουν, οὐ κατὰ δύο καὶ τρεῖς ἀπολαμβάνων ἐν παλαίστραις καὶ περιπάτοις· οὐ γὰρ ἦν δυνατὸν οὕτως ἐν ἐκείνῃ τῇ πόλει συγγίγνεσθαι· πολλοῖς δὲ καὶ ἀθρόοις εἰς ταὐτὸ συνιοῦσιν, ὅτι δέονται παιδείας κρείττονος καὶ ἐπιμελεστέρας, εἰ μέλλουσιν εὐδαίμονες ἔσεσθαι τῷ ὄντι κατʼ ἀλήθειαν, ἀλλὰ μὴ δόξῃ τῶν πολλῶν ἀνθρώπων, ὥσπερ νῦν, ἥτις αὐτοὺς μεταπείσει καὶ διδάξει παραλαβὼν ὅτι τούτων μὲν οὐδέν ἐστιν ἀγαθόν, ὑπὲρ ὧν σπουδάζουσι καὶ πάσῃ προθυμίᾳ κτῶνται, καὶ νομίζουσιν, ὅσῳ ἂν πλείω κτήσωνται, τοσούτῳ ἄμεινον βιώσεσθαι καὶ μακαριώτερον·