16
καὶ σχολὴν ἄγοντες ἀπὸ τῶν βοῶν πρὸς θήραν ἐτράπησαν, τὸ μὲν αὐτοί, τὸ δὲ καὶ μετὰ κυνῶν. δύο γὰρ τῶν ἑπομένων ταῖς βουσίν, ὡς δὴ μακρὰν ἦσαν οὐχ ὁρῶντες τοὺς νομεῖς, ὑπέστρεψαν ἐπὶ τὸν τόπον καταλιπόντες τὴν ἀγέλην. οὗτοι τὸ μὲν πρῶτον συνηκολούθουν αὐτοῖς, ὥσπερ ἐπʼ ἄλλο τι· καὶ τοὺς μὲν λύκους ὁπότε ἴδοιεν, ἐδίωκον μέχρι τινός, συῶν δὲ ἢ ἐλάφων οὐδὲν αὐτοῖς ἔμελεν.
17
εἰ δέ ποτε ἴδοιεν τῶν ἀνθρώπων τινα ὀψὲ καὶ πρῴ, συνιστάμενοι ὑλάκτουν τε καὶ ἤμυνον, ὥσπερ ἂν εἰ πρὸς ἄνθρωπον ἐμάχοντο. γευόμενοι δὲ τοῦ αἵματος καὶ συῶν καὶ ἐλάφων καὶ τῶν κρεῶν πολλάκις ἐσθίοντες, ὀψὲ μεταμανθάνοντες κρέασιν ἀντὶ μάζης ἥδεσθαι, τῶν μὲν ἐμπιμπλάμενοι, εἴ ποτε ἁλοίη τι σίτου, ὁπότε δὲ μή, πεινῶντες, μᾶλλον ἤδη τῷ τοιούτῳ προσεῖχον, καὶ τὸ φαινόμενον ἐδίωκον πᾶν ὁμοίως, καὶ ὀσμῆς ἁμῃγέπῃ καὶ ἴχνους ᾐσθάνοντο, καὶ ἀπέβησαν ἀντὶ βουκόλων τοιοῦτοί τινες ὀψιμαθεῖς καὶ βραδύτεροι θηρευταί.
18
χειμῶνος δὲ ἐπελθόντος ἔργον μὲν οὐδὲν ἦν πεφηνὸς αὐτοῖς, οὔτε εἰς ἄστυ καταβᾶσιν οὔτε εἰς κώμην τινά· φραξάμενοι δὲ τὰς σκηνὰς ἐπιμελέστερον καὶ τὴν αὐλὴν πυκνοτέραν ποιήσαντες, οὕτως διεγένοντο, καὶ τὸ χωρίον ἐκεῖνο πᾶν εἰργάσαντο, καὶ τῆς θήρας ἡ χειμερινὴ ῥᾴων ἐγίγνετο.
19
τὰ γὰρ ἴχνη φανερώτερα, ὡς ἂν ἐν ὑγρῷ τῷ ἐδάφει σημαινόμενα· ἡ δὲ χιὼν καὶ πάνυ τηλαυγῆ παρέχει, ὥστε οὐδὲν δεῖ ζητοῦντα πράγματα ἔχειν, ὥσπερ ὁδοῦ φερούσης ἐπʼ αὐτά, καὶ τὰ θηρία μᾶλλόν τι ὑπομένει ὀκνοῦντα· ἔστι δʼ ἔτι καὶ λαγὼς καὶ δορκάδας ἐν ταῖς εὐναῖς καταλαμβάνειν.
20
οὕτως δὴ τὸ ἀπʼ ἐκείνου διέμειναν, οὐδὲν ἔτι προσδεηθέντες ἄλλου βίου. καὶ ἡμῖν συνέζευξαν γυναῖκας τοῖς ἀλλήλων υἱέσιν ἑκάτερος τὴν αὑτοῦ θυγατέρα. τεθνήκασι δὲ ἀμφότεροι πέρυσι σχεδόν, τὰ μὲν ἔτη πολλὰ λέγοντες ἃ βεβιώκεσαν, ἰσχυροὶ δὲ ἔτι καὶ νέοι καὶ γενναῖοι τὰ σώματα. τῶν δὲ μητέρων ἡ ἐμὴ περίεστιν.