21
ὁ μὲν οὖν ἕτερος ἡμῶν οὐδεπώποτε εἰς πόλιν κατέβη, πεντήκοντα ἔτη γεγονώς· ἐγὼ δὲ δὶς μόνον, ἅπαξ μὲν ἔτι παῖς μετὰ τοῦ πατρός, ὁπηνίκα τὴν ἀγέλην εἴχομεν. ὕστερον δὲ ἧκέ τις ἀργύριον αἰτῶν, ὥσπερ ἔχοντάς τι, κελεύων ἀκολουθεῖν εἰς τὴν πόλιν. ἡμῖν δὲ ἀργύριον μὲν οὐκ ἦν, ἀλλʼ ἀπωμοσάμην μὴ ἔχειν· εἰ δὲ μή, δεδωκέναι ἄν.
22
ἐξενίσαμεν δὲ αὐτὸν ὡς ἠδυνάμεθα κάλλιστα καὶ δύο ἐλάφεια δέρματα ἐδώκαμεν· κἀγὼ ἠκολούθησα εἰς τὴν πόλιν. ἔφη γὰρ ἀνάγκην εἶναι τὸν ἕτερον ἐλθεῖν καὶ διδάξαι περὶ τούτων. εἶδον οὖν, οἷα καὶ πρότερον, οἰκίας πολλὰς καὶ μεγάλας καὶ τεῖχος ἔξωθεν καρτερὸν καὶ οἰκήματά τινα ὑψηλὰ καὶ τετράγωνα ἐν τῷ τείχει, τοὺς πύργους καὶ πλοῖα πολλὰ ὁρμοῦντα ὥσπερ ἐν λίμνῃ ἐν τῷ λιμένι κατὰ πολλὴν ἡσυχίαν.
23
τοῦτο δὲ ἐνθάδε οὐκ ἔστιν οὐδαμοῦ, ὅπου κατηνέχθης· καὶ διὰ τοῦτο αἱ νῆες ἀπόλλυνται. ταῦτα οὖν ἑώρων καὶ πολὺν ὄχλον ἐν ταὐτῷ συνειργμένον καὶ θόρυβον ἀμήχανον καὶ κραυγήν· ὥστε ἐμοὶ ἐδόκουν πάντεσμάχεσθαι ἀλλήλοις. ἄγει οὖν με πρός τινας ἄρχοντας, καὶ εἶπε γελῶν, Οὗτός ἐστιν ἐφʼ ὅν με ἐπέμψατε. ἔχει δὲ οὐδὲν εἰ μή γε τὴν κόμην καὶ σκηνὴν μάλα ἰσχυρᾶν ξύλων.
24
οἱ δὲ ἄρχοντες εἰς τὸ θέατρον ἐβάδιζον, κἀγὼ σὺν αὐτοῖς. τὸ δὲ θέατρόν ἐστιν ὥσπερ φάραγξ κοῖλον, πλὴν οὐ μακρὸν ἑκατέρωθεν, ἀλλὰ στρογγύλον ἐξἡμίσους, οὐκ αὐτόματον, ἀλλʼ ᾠκοδομημένον λίθοις. ἴσως δέ μου καταγελᾷς, ὅτι σοι διηγοῦμαι σαφῶς εἰδότι ταῦτα. πρῶτον μὲν οὖν πολύν τινα χρόνον ἄλλα τινὰ ἔπραττεν ὁ ὄχλος, καὶ ἐβόων ποτὲ μὲν πρᾴως καὶ ἱλαροὶ πάντες, ἐπαινοῦντές τινας, ποτὲ δὲ σφόδρα καὶ ὀργίλως.
25
ἦν δὲ τοῦτο χαλεπὸν τὸ τῆς ὀργῆς αὐτᾶν·καὶ τοὺς ἀνθρώπους εὐθὺς ἐξέπληττον οἷς ἀνέκραγον ὥστε οἱ μὲν αἰτῶν περιτρέχοντες ἐδέοντο, οἱ δὲ τὰ ἱμάτια ἐρρίπτουν ὑπὸ τοῦ φόβου. ἐγὼ δὲ καὶ αὐτὸς ἅπαξ ὀλίγου κατέπεσον ὑπὸ τῆς κραυγῆς, ὥσπερ κλύδωνος ἐξαίφνης ἢ βροντῆς ἐπιρραγείσης.