88
ὡς ἔθους δὴ ὄντος οὕτως ἀκριβῶς καὶ ἀνελευθέρως πράττειν τὰ περὶ τοὺς ξένους τοὺς πένητας, μόνους δὲ τοὺς πλουσίους ὑποδέχεσθαιφιλοφρόνως ξενίοις καὶ δώροις, παρʼ ὧν δῆλον ὅτι καὶ αὐτοὶ προσεδόκων τῶν ἴσων ἂν τυχεῖν, ὁποῖα σχεδὸν καὶ τὰ τῶν νῦν ἐστι φιλανθρωπίας τε πέρι καὶ προαιρέσεως.
89
αἱ γὰρ δὴ δοκοῦσαι φιλοφρονήσεις καὶ χάριτες, ἐὰν σκοπῇ τις ὀρθῶς, οὐδὲν διαφέρουσιν ἐράνων καὶ δανείων, ἐπὶ τόκῳ συχνῷ καὶ ταῦτα ὡστὸ πολὺ γιγνόμενα, εἰ μὴ νὴ Δίʼ ὑπερβάλλει τὰ νῦν τὰ πρότερον, ὥσπερ ἐν τῇ ἄλλῃ ξυμπάσῃ κακίᾳ.
90
ἔχω γε μὴν εἰπεῖν καὶ περὶ τῶν Φαιάκων καὶ τῆς ἐκείνων φιλανθρωπίας, εἴ τῳ δοκοῦσιν οὗτοι οὐκ ἀγεννῶς οὐδʼ ἀναξίως τοῦ πλούτου προσενεχθῆναι τῷ Ὀδυσσεῖ, μεθʼ οἵας μάλιστα διανοίας καὶ διʼ ἃς αἰτίας προυτράπησανἀφθόνως καὶ μεγαλοπρεπῶς χαρίζεσθαι. ἀλλὰ γὰρ πολὺ πλείω τῶν ἱκανῶν καὶ τὰ νῦν ὑπὲρ τούτων εἰρημένα.
91
δῆλόν γε μὴν ὡς ὁ πλοῦτος οὔτε πρὸς ξένους οὔτε ἄλλως μέγα τι συμβάλλεται τοῖς κεκτημένοις, ἀλλὰ τοὐναντίον γλίσχρους καὶ φειδωλοὺς ὡς τὸ πολὺ μᾶλλον τῆς πενίας ἀποτελεῖν πέφυκεν. οὐδὲγάρ, εἴ τις αὖ τῶν πλουσίων, εἷς που τάχα ἐν μυρίοις, δαψιλὴς καὶ μεγαλόφρων τὸν τρόπον εὑρεθείη, τοῦτο ἱκανῶς δείκνυσι τὸ μὴ οὐχὶ τοὺς πολλοὺς χείρους περὶ ταῦτα γίγνεσθαι τῶν ἀπορωτέρων.
92
ἀνδρὶ δὲ πένητι μὴ φαύλῳ τὴν φύσιν ἀρκεῖ τὰ παρόντα καὶ τὸ σῶμα μετρίως ἀσθενήσαντι, τοιούτου ποτὲ νοσήματος ξυμβάντοσοἷάπερ εἴωθε γίγνεσθαι τοῖς οὐκ ἀργοῖς ἑκάστοτε ἐμπιμπλαμένοις, ἀνακτήσασθαι, καὶ ξένοις ἐλθοῦσι δοῦναι προσφιλῆ ξένια, χωρὶς ὑποψίας παρʼ ἑκόντων διδόμενα ἀλύπως, οὐκ ἴσως ἀργυροῦς κρατῆρας ἢ ποικίλους πέπλους ἢ τέθριππον,
93
τὰ Ἑλένης καὶ Μενέλεω Τηλεμάχῳ δῶρα. οὐδὲ γὰρ τοιούτους ὑποδέχοιντ̓ἄν, ὡς εἰκός, ξένους, σατράπας ἢ βασιλέας, εἰ μή γε πάνυ σώφρονας καὶ ἀγαθούς, οἷς οὐδὲν ἐνδεὲς μετὰ φιλίας γιγνόμενον. ἀκολάστους δὲ καὶ τυραννικοὺς οὔτʼ ἂν οἶμαι δύναιντο θεραπεύειν ἱκανῶς ξένους οὔτʼ ἂν ἴσως προσδέοιντο τοιαύτης ξενίας.