100
ἐπεὶ οὖν οὐκ ἔστιν ἕκαστον ἀπολαμβάνοντα ἐλέγχειν τοῦ πλήθους, οὐδʼ ἀνερωτᾶν ἅπαντας ἐν μέρει, τί γὰρ σύ, ὦ ἄνθρωπε, δέδοικας τὴν πενίαν οὕτως πάνυ, τὸν δὲ πλοῦτον ὑπερτιμᾷς, τί δʼ αὖ σὺ ἐλπίζεις κερδανεῖν μέγιστον, ἂν τύχῃς πλουτήσας ἢ νὴ Δία ἔμπορος γενόμενος ἢ καὶ βασιλεύσας; (ἀμήχανον γὰρ δὴ τὸ τοιοῦτον καὶ οὐδαμῶς ἀνυστόν)
101
οὕτως οὖν ἐπὶ τοὺς προφήτας αὐτῶν καὶ συνηγόρους,τοὺς ποιητάς, ἐξ ἀνάγκης ἴμεν, ὡς ἐκεῖ φανερὰς καὶ μέτροις κατακεκλειμένας εὑρήσοντες τὰς τῶν πολλῶν δόξας· καὶ δῆτα οὐ πάνυ μοι δοκοῦμεν ἀποτυγχάνειν.
102
τοῦτο δὲ σύνηθες δήπου καὶ τοῖς σοφωτέροις, ὃ νῦν ἡμεῖς ποιοῦμεν· ἐπεὶ καὶ αὐτοῖς τούτοις τοῖς ἔπεσιν ἀντείρηκε τῶν πάνυ φιλοσόφων τις, ὃν οὐδείς, ἐμοὶδοκεῖν, φαίη ἄν ποτε φιλονικοῦντα τούτοις τε ἀντειρηκέναι καὶ τοῖς ὑπὸ Σοφοκλέους εἰς τὸν πλοῦτον εἰρημένοις, ἐκείνοις μὲν ἐπʼ ὀλίγον, τοῖς δὲ τοῦ Σοφοκλέους ἐπὶ πλέον, οὐ μήν, ὥσπερ νῦν ἡμεῖς, διὰ μακρῶν, ἅτε οὐ παραχρῆμα κατὰ πολλὴν ἐξουσίαν διεξιών, ἀλλʼ ἐν βίβλοις γράφων.
103
γεωργικοῦ μὲν δὴ πέρι καὶ κυνηγετικοῦ τε καὶ ποιμενικοῦ βίου τάδε πλείω διατριβὴν ἴσως παρασχόντα τοῦ μετρίου λελέχθω, προθυμουμένων ἡμῶν ἁμῃγέπῃ δεῖξαι πενίαν ὡς οὐκ ἄπορον χρῆμα βίου καὶ ζωῆς πρεπούσης ἀνδράσιν ἐλευθέροις αὐτουργεῖν ἐθέλουσιν, ἀλλʼ ἐπὶ κρείττω πολὺ καὶ συμφορώτερα ἔργα καὶ πράξεισἄγον καὶ μᾶλλον κατὰ φύσιν ἢ ἐφʼ οἷα ὁ πλοῦτος εἴωθε τοὺς πολλοὺς προτρέπειν.
104
εἶεν δή, περὶ τῶν ἐν ἄστει καὶ κατὰ πόλιν πενήτων σκεπτέον ἂν εἴη τοῦ βίου καὶ τῶν ἐργασιῶν, πῶς ἂν μάλιστα διάγοντες καὶ ποἶ ἄττα μεταχειριζόμενοι δυνήσονται μὴ κακῶς ζῆν μηδὲ φαυλότερον τῶν δανειζόντων ἐπὶ τόκοις συχνοῖς,εὖ μάλʼ ἐπισταμένων τὸν ἡμερῶν τε καὶ μηνῶν ἀριθμόν, καὶ τῶν συνοικίας τε μεγάλας καὶ ναῦς κεκτημένων καὶ ἀνδράποδα πολλά·
105
μήποτε σπάνια ᾖ τὰ ἐν ταῖς πόλεσιν ἔργα τοῖς τοιούτοις, ἀφορμῆς τε ἔξωθεν προσδεόμενα, ὅταν οἰκεῖν τε μισθοῦ δἑῃ καὶ τἄλλʼ ἔχειν ὠνουμένους, οὐ μόνον ἱμάτια καὶ σκεύη καὶ σῖτον, ἀλλὰ καὶξύλα, τῆς γε καθʼ ἡμέραν χρείας ἕνεκα τοῦ πυρός, κἂν φρυγάνων δέῃ ποτὲ ἢ φύλλων ἢ ἄλλου ὁτουοῦν τῶν πάνυ φαύλων,