106
δίχα δὲ ὕδατος τὰ ἄλλα σύμπαντα ἀναγκάζωνται λαμβάνειν, τιμὴν κατατιθέντες, ἅτε πάντων κατακλειομένων καὶ μηδενὸς ἐν μέσῳ φαινομένου πλήν γε οἶμαι τῶν ἐπὶ πράσει πολλῶν καὶ τιμίων. τάχα γὰρ φανεῖται χαλεπὸν τοιούτῳ βίῳ διαρκεῖν μηδὲν ἄλλο κτῆμα ἔξω τοῦ σώματος κεκτημένους, ἄλλως τε ὅταν μὴ τὸ τυχὸν ἔργον μηδὲ πάνθʼ ὁμοίως συμβουλεύωμεν αὐτοῖς, ὅθεν ἔστι κερδᾶναι·
107
ὥστε ἴσως ἀναγκασθησόμεθα ἐκβαλεῖν ἐκ τῶν πόλεων τῷ λόγῳ τοὺς κομψοὺς πένητας, ἵνα παρέχωμεν τῷ ὄντι καθʼ Ὅμηρον τὰς πόλεις εὖ ναιεταώσας, ὑπὸ μόνων τῶν μακαρίων οἰκουμένας, ἐντὸς δὲ τείχους οὐδένα ἐάσομεν, ὡς ἔοικεν, ἐλεύθερον ἐργάτην. ἀλλὰ τοὺς τοιούτους ἅπαντας τί δράσομεν; ἢ διασπείραντες ἐν τῇ χώρᾳ κατοικιοῦμεν, καθάπερ Ἀθηναίους φασὶ νέμεσθαι καθʼ ὅλην τὴν Ἀττικὴν τὸ παλαιόν, καὶ πάλιν ὕστερον τυραννήσαντος Πεισιστράτου;
108
οὔκουν οὐδὲ ἐκείνοις ἀξύμφορος ἡ τοιαύτη δίαιτα ἐγένετο, οὐδὲ ἀγεννεῖς ἤνεγκε φύσεις πολιτῶν, ἀλλὰ τῷ παντὶ βελτίους καὶ σωφρονεστέρους τῶν ἐν ἄστει τρεφομένων ὕστερον ἐκκλησιαστῶν καὶ δικαστῶν καὶ γραμματέων, ἀργῶν ἅμα καὶ βαναύσων. οὔκουν ὁ κίνδυνος μέγας οὐδὲ χαλεπός, εἰ πάντες οὗτοι καὶ πάντα τρόπον ἄγροικοι ἔσονται· οἶμαι δʼ ὅμως αὐτοὺς οὐκ ἀπορήσειν οὐδὲ ἐν ἄστει τροφῆς.
109
ἀλλὰ ἴδωμεν πόσα καὶ ἅττα πράττοντες ἐπιεικῶς ἡμῖν διάξουσιν, ἵνα μὴ πολλάκις ἀναγκασθῶσιν ἀργοὶ καθήμενοι πρός τι τῶν φαύλων τραπῆναι. αἱ μὲν δὴ σύμπασαι κατὰ πόλιν ἐργασίαι καὶ τέχναι πολλαὶ καὶ παντοδαπαί, σφόδρα τε λυσιτελεῖς ἔνιαι τοῖς χρωμένοις, ἐάν τις τὸ λυσιτελὲς σκοπῇ πρὸς ἀργύριον.