110
ὀνομάσαι δὲ αὐτὰς πάσας κατὰ μέρος οὐ ῥᾴδιον διὰ τὸ πλῆθος καὶ τὴν ἀτοπίαν οὐχ ἧττον. οὐκοῦν ὅδε εἰρήσθω περὶ αὐτῶν ἐν βραχεῖ ψόγος τε καὶ ἔπαινος. ὅσαι μὲν σώματι βλαβεραὶ πρὸς ὑγίειαν ἢ πρὸς ἰσχὺν τὴν ἱκανὴν διʼ ἀργίαν τε καὶ ἑδραιότητα ἢ ψυχῇ ἀσχημοσύνην τε καὶ ἀνελευθερίαν ἐντίκτουσαι ἢ ἄλλως ἀχρεῖοι καὶ πρὸς οὐδὲν ὄφελός εἰσιν εὑρημέναι διʼ ἀβελτερίαν τε καὶ τρυφὴν τῶν πόλεων, ἅς γε τὴν ἀρχὴν μήτε τέχνας μήτε ἐργασίας τό γε ὀρθὸν καλεῖν· οὐ γὰρ ἄν ποτε Ἡσίοδος σοφὸς ὢν ἐπῄνεσεν ὁμοίως πᾶν ἔργον, εἴ τι τῶν πονηρῶν ἢ τῶν αἰσχρῶν ἠξίου ταύτης τῆς προσηγορίας·
111
οἷς μὲν ἄν τις προσῇ τούτων τῶν βλαβῶν καὶ ἡτισοῦν, μηδένα ἅπτεσθαι τῶν ἐλευθέρων τε καὶ ἐπιεικῶν μηδὲἐπίστασθαι μήτε αὐτὸν μήτε παῖδας τοὺς αὑτοῦ διδάσκειν, ὡς οὔτε καθʼ Ἡσίοδον οὔτε καθʼ ἡμᾶς ἐργάτην ἐσόμενον, ἄν τι μεταχειρίζηται τοιοῦτον, ἀλλὰ ἀργίας τε ἅμα καὶ αἰσχροκερδείας ἀνελεύθερον ἕξοντα ὄνειδος, βάναυσον καὶ ἀχρεῖον καὶ πονηρὸν ἁπλῶς ὀνομαζόμενον.
112
ὅσα δὲ αὖ μήτε ἀπρεπῆ τοῖς μετιοῦσι μοχθηρίαντε μηδεμίαν ἐμποιοῦντα τῇ ψυχῇ μήτε νοσώδη τῶν τε ἄλλων νοσημάτων καὶ δῆτα ἀσθενείας τε καὶ ὄκνου καὶ μαλακίας διὰ πολλὴν ἡσυχίαν ἐγγιγνομένης ἐν τῷ σώματι, καὶ μὴν χρείαν γε ἱκανὴν παρέχοντα πρὸς τὸν βίον,
113
πάντα τὰ τοιαῦτα πράττοντες προθύμως καὶ φιλοπόνως οὔποτʼ ἂν ἐνδεεῖς ἔργου καὶ βίου γίγνοιντο, οὐδʼ ἂν ἀληθῆ τὴν ἐπίκλησιν παρέχοιεν τοῖς πλουσίοις καλεῖν αὐτούς, ᾗπερ εἰώθασιν, ἀπόρους ὀνομάζοντες, τοὐναντίον μᾶλλον ἐκείνων ὄντες πορισταὶ καὶ μηδενὸς ἀποροῦντες, ὡς ἔπος εἰπεῖν, τῶν ἀναγκαίων καὶ χρησίμων.