114
φέρε οὖν μνησθῶμεν ἀφʼ ἑκατέρου τοῦ γένους, εἰ καὶ μὴ πάνυἀκριβῶς ἕκαστα φράζοντες, ἀλλʼ ὡς τύπῳ γε κατιδεῖν, τὰ ποἶ ἄττα καὶ ὧν ἕνεκα οὐ προσιέμεθα, καὶ ποῖα θαρροῦντας ἐπιχειρεῖν κελεύομεν, μηδὲν φροντίζοντας τῶν ἄλλως τὰ τοιαῦτα προφερόντων, οἷον εἰώθασι λοιδορούμενοι προφέρειν πολλάκις οὐ μόνον τὰς αὐτῶν ἐργασίας, αἷς οὐδὲν ἄτοπον πρόσεστιν, ἀλλὰ καὶ τῶν γονέων,ἄν τινος ἔριθος ἡ μήτηρ ἢ τρυγήτρια ἐξελθοῦσά ποτε ἢ μισθοῦ τιτθεύσῃ παῖδα τῶν ὀρφανῶν ἢ πλουσίων ἢ ὁ πατὴρ διδάξῃ γράμματα ἢ παιδαγωγήσῃ· μηδὲν οὖν τοιοῦτον αἰσχυνομένους ὁμόσε ἰέναι.
115
οὐ γὰρ ἄλλως αὐτὰ ἐροῦσιν, ἂν λέγωσιν, ἢ ὡς σημεῖα πενίας, πενίαν αὐτὴν λοιδοροῦντες δῆλον ὅτι καὶ προφέροντες ὡς κακὸν δή τι καὶ δυστυχές, οὐ τῶν ἔργων οὐδέν. ὥστε ἐπειδὴ οὔ φαμεν χεῖρον οὐδὲ δυστυχέστερον πλούτου πενίαν, τοῖς δὲ πολλοῖς ἴσως καὶ ξυμφορώτερον, οὐδὲ τὸ ὄνειδος τοῦ ὀνείδους μᾶλλόν τι βαρυντέον τοῦτʼ ἐκείνου.
116
εἰ γάρ τοι δέοι μὴ ὀνομάζοντας τὸ πρᾶγμα, ὅ ψέγουσι, τὰ καθʼ ἡμέραν συμβαίνοντα διʼ αὐτὸ βλασφημεῖν προφέροντας, πολὺ πλείω ἂν ἔχοιεν καὶ τῷ ὄντι αἰσχρὰ διὰ πλοῦτον γιγνόμενα, οὐχ ἥκιστα δὲ τὸ παρὰ τῷ Ἡσιόδῳ κεκριμένον ἐπονείδιστον προφέρειν, τὸ τῆς ἀργίας, λέγοντες, ὅτι σε, ὦ ἄνθρωπε, οὔτε σκαπτῆρα θεοὶ θέσαν οὔτʼ ἀροτῆρα, καὶ ὅτι ἄλλως τὰς χεῖρας ἔχεις κατὰ τοὺς μνηστῆρας ἀτρίπτους καὶ ἁπαλάς.
117
οὐκοῦν τόδε μὲν οἶμαι παντί τῳ δῆλον καὶ πολλάκις λεγόμενον ἴσως ὅτι βαφεῖς μὲν καὶ μυρεψοὺς καὶ βυρσοδέψας σὺν κουρικῇ γυναικῶν τε καὶ ἀνδρῶν, οὐ πολύ τι διαφερούσαις τὰ νῦν, καὶ ποικιλτικῇ πάσῃ σχεδὸν οὐκ ἐσθῆτος μόνον, ἀλλὰ καὶ τριχῶν καὶ χρωτός, ἐγχούσῃ καὶ ψιμυθίῳ καὶ πᾶσι φαρμάκοις μηχανωμένῃ ὥρας ψευδεῖς καὶ νόθα εἴδωλα, ἔτι δὲ ἐν οἰκιῶν ὀροφαῖς καὶ τοίχοις καὶ ἐδάφει τὰ μὲν χρώμασι, τὰ δὲ λίθοις, τὰ δὲ χρυσῷ, τὰ δʼ ἐλέφαντι ποικιλλόντων,