123
οὔκουν οὐδὲ κήρυκασὠνίων οὐδὲ κλοπῶν ἢ δρασμῶν μήνυτρα προτιθέντας ἐν ὁδοῖς καὶ ἐν ἀγορᾷ φθεγγομένους μετὰ πολλῆς ἐλευθερίας, οὐδὲ συμβολαίων καὶ προκλήσεων καὶ καθόλου τῶν περὶ δίκας καὶ ἐγκλήματα συγγραφεῖς, προσποιουμένους νόμιμον ἐμπειρίαν, οὐδὲ αὖ τοὺς σοφούς τε καὶ δεινοὺς δικορράφους τε καὶ συνηγόρους, μισθοῦ πᾶσιν ὁμοίως ἐπαγγελλομένους βοηθήσειν, καὶ ἀδικοῦσι τὰ μέγιστα, καὶ ἀναισχυντήσειν ὑπὲρ τῶν ἀλλοτρίων ἀδικημάτων καὶ σχετλιάσειν καὶ βοήσεσθαι καὶ ἱκετεύσειν ὑπὲρ τῶν οὔτε φίλων οὔτε συγγενῶν σφίσιν ὄντων, σφόδρα ἐντίμους καὶ λαμπροὺς ἐνίους εἶναι δοκοῦντας ἐν τῇ πόλει, οὐδὲ τοιοῦτον οὐδένα ἀξιοῖμεν ἂν ἐκείνων γίγνεσθαι, παραχωρεῖν δὲ ἑτέροις.
124
χειροτέχνας μὲν γὰρ ἐξ αὐτῶν τινας ἀνάγκη γενέσθαι, γλωσσοτέχνας δὲ καὶ δικοτέχνας οὐδεμία ἀνάγκη. τούτων δὲ τῶν εἰρημένων τε καὶ ῥηθησομένων εἴ τινα δοκεῖ χρήσιμα ταῖς πόλεσιν, ὥσπερ ταῖς νῦν οἰκουμέναις, οἷον δὴ ἴσως τὸ περὶ τὴν τῶν δικῶν ἀναγραφὴν καὶ τῶν συμβολαίων, τάχα δὲ καὶ κηρυγμάτων ἐνίων, ὅπως ἂν ἢ ὑφʼ ὧν γιγνόμενα ἥκιστα ἂν εἴη βλαβερὰ, οὐ νῦν καιρός ἐστι διορίζειν.
125
οὐ γὰρ πολιτείαν ἐν τῷ παρόντι διατάττομεν, ὁποία τις ἂν ἢ ἀρίστη γένοιτο ἢ πολλῶν ἀμείνων, ἀλλὰ περὶ πενίας προυθέμεθα εἰπεῖν ὡς οὐκ ἄπορα αὐτῇ τὰ πράγματά ἐστιν, ᾗπερ δοκεῖ τοῖς πολλοῖς αὐτή τε εἶναι φευκτὸν καὶ κακόν, ἀλλὰ μυρίας ἀφορμὰς πρὸς τὸ ζῆν παρέχει τοῖς αὐτουργεῖν βουλομένοις οὔτε ἀσχήμονας οὔτε βλαβεράς.
126
ἀπὸ γὰρ αὐτῆς ἀρχῆς ταύτης τὰ περὶ γεωργίας καὶ θήρας προυτράπημεν προδιελθεῖν ἐπὶ πλέον πρότερον, καὶ νῦν περὶ τῶν κατὰ ἄστυ ἐργασιῶν, τίνες αὐτῶν πρέπουσαι καὶ ἀβλαβεῖς τοῖς μὴ κάκιστα βιωσομένοις καὶ τίνες χείρους ἂν ἀποτελοῖεν τοὺς ἐπʼ αὐτῶν.
127
εἰ δὲ πολλὰ τῶν εἰρημένων καθόλου χρήσιμά ἐστι πρὸς πολιτείαν καὶ τὴν τοῦ προσήκοντος αἵρεσιν, ταύτῃ καὶ δικαιότερον συγγνώμην ἔχειν τοῦ μήκους τῶν λόγων, ὅτι οὐ μάτην ἄλλως οὐδὲ περὶ ἄχρηστα πλανωμένῳ πλείονες γεγόνασιν. ἡ γὰρ περὶ ἐργασιῶν καὶ τεχνῶν σκέψις καὶ καθόλου περὶ βίου προσήκοντος ἢ μὴ τοῖς μετρίοις καὶ καθʼ αὑτὴν ἀξία πέφηνεν πολλῆς καὶ πάνυ ἀκριβοῦς θεωρίας.