128
χρὴ οὖν τὰς ἐκτροπὰς τῶν λόγων, ἄν καὶ σφόδρα μακροὶ δοκῶσι, μὴ μέντοι περί γε φαύλων μηδὲ ἀναξίων λόγων μηδὲ οὐ προσηκόντων, μὴ δυσσκόλως φέρειν, ὡς οὐκ αὐτὴν λιπόντος τὴν τῶν ὅλων ὑπόθεσιν τοῦ λέγοντος, ἕως ἂν περὶ τῶν ἀναγκαίων καὶ προσηκόντων φιλοσοφίᾳ διεξίῃ.
129
σχεδὸν γὰρ κατὰ τοῦτο μιμούμενοι τοὺς κυνηγέτας οὐκ ἂν ἁμαρτάνοιμεν· οἵ γε ἐπειδὰν τὸ πρῶτον ἴχνος ἐκλαβόντες κἀκείνῳἑπόμενοι μεταξὺ ἐπιτύχωσιν ἑτέρῳ φανερωτέρῳ καὶ μᾶλλον ἐγγύς, οὐκ ὤκνησαν τούτῳ ξυνακολουθήσαντες, καὶ ἑλόντες τὸ ἐμπεσὸν ὕστερον
130
ἴσως οὖν οὐδὲ ἐκεῖνο μεμπτέον, ὅστις περὶ ἀνδρὸς δικαίου καὶ δικαιοσύνης λέγειν ἀρξάμενος, μνησθεὶς πόλεως παραδείγματος ἕνεκεν, πολλαπλάσιον λόγον ἀνάλωσεν περὶπολιτείας, καὶ οὐ πρότερον ἀπέκαμε πρὶν ἢ πάσας μεταβολὰς καὶ ἅπαντα γένη πολιτειῶν διεξῆλθε, πάνυ ἐναργῶς τε καὶ μεγαλοπρεπῶς τὰ ξυμβαίνοντα περὶ ἑκάστην ἐπιδεικνύς·
131
εἰ καὶ παρά τισιν αἰτίαν ἔχει περὶ τοῦ μήκους τῶν λόγων καὶ τῆς διατριβῆς τῆς περὶ τὸ παράδειγμα δήπουθεν· ἀλλʼ ὡς οὐδὲν ὄντα πρὸς τὸ προκείμενοντὰ εἰρημένα καὶ οὐδʼ ὁπωστιοῦν σαφεστέρου διʼ αὐτὰ τοῦ ζητουμένου γεγονότος, οὗπερ ἕνεκεν ἐξ ἀρχῆς εἰς τὸν λόγον παρελήφθη, διὰ ταῦτα, εἴπερ ἄρα, οὐ παντάπασιν ἀδίκως εὐθύνεται.
132
ἐὰν οὖν καὶ ἡμεῖς μὴ προσήκοντα μηδὲ οἰκεῖα τῷ προκειμένῳ φαινώμεθα διεξιόντες, μακρολογεῖν εἰκότως ἄν λεγοίμεθα. καθʼ αὑτὸδὲ ἄλλως οὔτε μῆκος οὔτε βραχύτητα ἐν λόγοις ἐπαινεῖν ἢ ψέγειν δίκαιον. περὶ δὲ τῶν λοιπῶν τῶν ἐν ταῖς πόλεσι πράξεων χρὴ θαρροῦντας διαπερᾶναι, τῶν μὲν μιμνησκομένους, τὰ δὲ καὶ ἐῶντας ἄρρητά τε καὶ ἀμνημόνευτα.