138
δεῖ δὴ ποιεῖσθαί τινα ἐπιμέλειαν, μὴ πάνυ τι πρᾴως μηδὲ ῥᾳθύμως φέροντας τὴν εἰς τὰ ἄτιμα καὶ δοῦλα σώματα ὕβριν, οὐ ταύτῃ μόνον, ᾗ κοινῇ τὸ ἀνθρώπινον γένος ἅπαν ἔντιμον καὶ ὁμότιμον ὑπὸ τοῦ φύσαντος θεοῦ ταὐτὰ σημεῖα καὶ σύμβολα ἔχον τοῦ τιμᾶσθαι δικαίως καὶ λόγον καὶ ἐμπειρίαν καλῶν τε καὶ αἰσχρῶν γέγονεν, ἀλλὰ κἀκεῖνο ἐνθυμουμένους, ὅτι χαλεπὸν ὕβρει τρεφομένῃ διʼ ἐξουσίαν ὅρον τινὰ εὑρεῖν,ὃν οὐκ ἂν ἔτι τολμήσαι διὰ φόβον ὑπερβαίνειν· ἀλλʼ ἀπὸ τῆς ἐν τοῖς ἐλάττοσι δοκοῦσι καὶ ἐφειμένοις μελέτης καὶ συνηθείας ἀκάθεκτον τὴν ἰσχὺν καὶ ῥώμην λαβοῦσα οὐδενὸς ἔτι φείδεται τῶν λοιπῶν.
139
ἤδη οὖν χρὴ παντὸς μᾶλλον οἴεσθαι τὰσἐν τῷ μέσῳ ταύτας φανερὰς καὶ ἀτίμους μοιχείας καὶ λίαν ἀναισχύντως καὶ ἀνέδην γιγνομένας, ὅτι τῶν ἀδήλων καὶ ἀφανῶν εἰς ἐντίμους γυναῖκάς τε καὶ παῖδας ὕβρεων οὐχ ἥκιστα παρέχουσι τὴν αἰτίαν, τοῦ πάνυ ῥᾳδίως τὰ τοιαῦτα τολμᾶσθαι, τῆς αἰσχύνης ἐν κοινῷ καταφρονουμένης, ἀλλʼ οὐχ, ὥσπερ οἴονταί τινες, ὑπὲρ ἀσφαλείας καὶ ἀποχῆς ἐκείνων εὑρῆσθαι τῶν ἁμαρτημάτων.
140
τάχʼ οὖν λέγοι τις ἂν ἀγροικότερον οὕτω πως· ὦ σοφοὶ νομοθέται καὶ ἄρχοντες οἱ παραδεξάμενοι τὰ τοιαῦτα ἀπʼ ἀρχῆς, ὡς δή τι θαυμαστὸν εὑρηκότες ταῖς πόλεσιν ὑμεῖς σωφροσύνης φάρμακον, ὅπως ὑμῖν μὴ τὰ φανερὰ ταῦτα καὶ ἄκλειστα οἰκήματα τὰς κεκλειμένασοἰκίας καὶ τοὺς ἔνδοθεν θαλάμους ἀναπετάσῃ, καὶ τοὺς ἔξω καὶ φανερῶς ἀσελγαίνοντας ἀπὸ μικρᾶς δαπάνης ἐπὶ τὰς ἐλευθέρας καὶ σεμνὰς τρέψῃ γυναῖκας μετὰ πολλῶν χρημάτων τε καὶ δώρων, τὸ σφόδρα εὔωνον καὶ μετʼ ἐξουσίας οὐκέτι στέργοντας, ἀλλʼ αὐτὸ δὴ τὸ κεκωλυμένον ἐν φόβῳ τε καὶ πολλοῖς ἀναλώμασι διώκοντας.