152
ὡς ἐνθάδε που τὸ χαλεπὸν καὶ δυσπόριστον εὑρήσων τῶν ἡδονῶν εἶδος, τοῖς ἄγαν φιλοπόταις καὶ οἰνόφλυξι ταὐτὸ πεπονθὼς πάθος· οἳ πολλάκις μετὰ πολλὴν ἀκρατοποσίαν καὶ συνεχῆ οὐκ ἐθέλοντες πιεῖν αὐχμὸν ἐξεπίτηδες μηχανῶνται διά τε ἱδρώτων καὶ σιτίων ἁλμυρῶν καὶ δριμέων προσφορᾶς.
(14)ΡΟΔΙΑΚΟΣ.
1
εἰκὸς μέν ἐστιν, ὦ ἄνδρες Ῥόδιοι, τοὺς πολλοὺς ὑμῶν ἐμὲ νομίζειν ὑπὲρ ἰδίου τινὸς πράγματος ἐντευξόμενον ὑμῖν ἀφῖχθαι· ὥστε ἐπειδὰν αἴσθησθε τῶν ὑμετέρων τι κοινῶν ἐγχειροῦντα ἐπανορθοῦν, δυσχερανεῖτε ἴσως, εἰ μήτε πολίτης ὢν μήτε κληθεὶς ὑφʼ ὑμῶν ἔπειτα ἀξιῶ συμβουλεύειν, καὶ ταῦτα ὑπὲρ οὐδενὸς ὧν σκεψόμενοι συνεληλύθατε.
2
ἐγὼ δὲ ἂν μὲν ὑμῖν ἀκούσασιν ἢ μηδὲν τῶν δεόντων ἢ περί τινος τῶν μὴ πάνυ ἀναγκαίων φανῶ λέγων, δικαίως ἂν ἀμφότερά φημι δόξειν, ἅμα εὐήθης καὶ περίεργος· ἐὰν δʼ ὡς οἷόν τε καὶ περὶ μεγίστου πράγματος, καὶ τούτου σφόδρα φαύλως ἔχοντος, ὥστε δημοσίᾳ τὴν πόλιν ἀπʼ αὐτοῦ διαβεβλῆσθαι καὶ πάντας ὑμᾶς ἐπὶ πᾶσι τοῖς ἄλλοις εὐδοκιμοῦντας καθʼ ἒν τοῦτο δόξης οὐ προσηκούσης τυγχάνειν, εἰκότως ἄν μοι χάριν ἔχοιτε καὶ νομίζοιτε εὔνουν ἑαυτοῖς. δῆλον γὰρ ὡς εἰ μὴ πάνυ τις ὑμᾶς ἀγαπᾷ, τοῖς γε ἄλλοις οὐθὲν μέλει δήπου τῶν ὑμῖν τινα φερόντων αἰσχύνην ἢ βλάβην.
3
οὐκοῦν ἄτοπον, εἰ μὲν ἀργύριόν τις ὑμῖν ἐχαρίζετο ἀφʼ ἑαυτοῦ, ξένος ἢ μέτοικος, τοῦτον μὲν οὐκ ἂν ἡγεῖσθε περίεργον, ὅτι μηδὲν προσήκειν δοκῶν ἐφιλοτιμεῖτο μηδʼ ὑμῶν ἀπαιτούντων· συμβουλεύοντος δέ τι τῶν χρησίμων δυσχερέστερον ἀκούσεσθε, ὃς ἂν μὴ τύχῃ κληθεὶς ἢ μὴ πολίτης ὑπάρχῃ; καίτοι χρημάτων μὲν οὔθʼ ὑμεῖς σφόδρα ἴσως ἐν τῷ παρόντι δεῖσθε, καὶ μυρίους ἔστιν εὑρεῖν, οἷς μᾶλλον ἀφελοῦσι τῶν ὄντων συνέφερε· γνώμης δὲ ἀγαθῆς οὐκ ἔστιν οὐδεὶς ὁ μὴ δεόμενος ἐν παντὶ καιρῷ καὶ πρὸς ἅπαντα τὸν βίον, οὐδʼ ὁ κάλλιστα πράττειν δοκῶν.