4
εἰ μὲν οὖν περί τινος τῶν προκειμένων ἔλεγον, οὐθὲν ἂν ὑπʼ ἐμοῦ τηλικοῦτον ὠφελεῖσθε· εἰκὸς γὰρ ἦν καὶ καθʼ αὐτοὺς ὑμᾶς τὸ δέον εὑρεῖν σκοποῦντάς γε ἅπαξ· ἐπεὶ δὲ ὑπὲρ οὗ μηδὲ ζητεῖτε τὴν ἀρχὴν ὅπως ποτὲ ἔχει, τοῦτό φημι δείξειν αἴσχισταγιγνόμενον, πῶς οὐκ ἂν εἴην παντελῶς ὑμῖν χρήσιμον πρᾶγμα πεποιηκώς, ἐὰν ἄρα μὴ φανῶ ψευδόμενος; νομίζω δʼ ἔγωγε πάντα μὲν προσήκειν ἀποδέχεσθαι τῶν διʼ εὔνοιαν ὁτιοῦν λεγόντων καὶ μηδένα ὀχληρὸν ἡγεῖσθαι τῶν τοιούτων, μάλιστα δὲ ὑμᾶς, ἄνδρες Ῥόδιοι. δῆλον γὰρ ὅτι τούτου χάριν σύνιτε βουλευόμενοικαθʼ ἡμέραν, καὶ οὐ καθάπερ ἄλλοι δυσκόλως καὶ διὰ χρόνου καὶ τῶν ἐλευθέρων τινὲς εἶναι δοκούντων, ὅπως ὑμῖν ᾖ σχολὴ περὶ πάντων ἀκούειν καὶ μηδὲν ἀνεξέταστον παραλίπητε.
5
ταυτὶ μὲν οὖν ἦν ἀναγκαῖον προειπεῖν, ὥστε τὴν ἀρχὴν ὑμᾶς ἐπὶ τοῦ πράγματος γενέσθαι· νυνὶ δὲ ἐπʼ αὐτὸ βαδιοῦμαι, τοσοῦτονὑπειπὼν, ὅτι μοι προσήκειν δοκεῖ πάντα μὲν πράττειν δικαίως καὶ καλῶς τὰ κατὰ τὸν βίον, ἄλλως τε καὶ δημοσίᾳ ποιοῦντας ὁτιοῦν, οὐ μόνον ἐπειδὴ τὰ κοινὰ ὑπάρχει φανερώτερα, ὧν ἂν ἕκαστος ἰδίᾳ πράττῃ μὴ δέον, ἀλλὰ καὶ διʼ ἐκεῖνο ὅτι τὰ μὲν τῶν ἰδιωτῶν ἁμαρτήματα οὐκ εὐθὺς ἀποφαίνει τὴν πόλιν φαύλην, ἐκδὲ τῶν δημοσίᾳ γιγνομένων οὐχ ὃν προσήκει τρόπον ἀνάγκη δοκεῖν καὶ τοὺς καθʼ ἕνα μοχθηρούς.
6
ὁποῖοι γὰρ ἂν ὦσιν οἱ πλείους ἐν δημοκρατίᾳ, τοιοῦτον φαίνεται καὶ τὸ κοινὸν ἦθος· τὰ γὰρ τούτοις ἀρέσκοντα ἰσχύει δήπουθεν, οὐχ ἕτερα. μάλιστα δʼ ἂν φαίην ἔγωγε τοῖς καλλίστοις καὶ σεμνοτάτοις οἰκεῖον εἶναι χρῆσθαι προσέχοντας·παρʼ οἷς γὰρ τὰ τοιαῦτα ἀμελεῖται, καὶ κακίαν τινὰ ἐμφαίνει τῆς πόλεως τῶν τε ἄλλων οὐδὲν οἷόν τε ἐπιτηδείως πράττεσθαι.