10
τίς γὰρ οὐκ ἂν οὕτως ἀγασθείη τῆς σοφίας τὴν πόλιν; ἀλλʼ οἶμαι πολλὰ τῶν ἐν τῷ βίῳ γιγνομένων καὶ μετὰ πόνου πλείονος καὶ δαπάνης οὐ σμικρᾶς ἔστι προῖκα καὶ πάνυ ῥᾳδίως ποιεῖν, εἴ τις ἀμελεῖ τοῦ προσήκοντος καὶ τοῦ πράττειν ἀληθῶς. οἷον εὐθὺς τὰς θυσίας, ἃς ἑκάστοτε τελοῦμεν τοῖς θεοῖς, ἔστι μὴ θύσαντας φάσκειν τεθυκέναι, μόνον, ἂν δοκῇ, στεφανωσαμένους καὶ τῷ βωμῷ προσελθόντας καὶ τῶν οὐλῶν θιγγάνοντας καὶ τἄλλα ποιοῦντας ὡς ἐφʼ ἱερουργίας. τί δʼ; οὐχὶ ταὐτὸ ἱερεῖον ἅπασιν ἐν κύκλῳ τοῖς ἀγάλμασιπροσάγοντας, τῷ τοῦ Διός, τῷ τοῦ Ἡλίου, τῷ τῆς Ἀθηνᾶς, καὶ πανταχῇ κατασπείσαντας πᾶσιν οἴεσθαι τεθυκέναι τοῖς θεοῖς οὐ ῥᾴδιον; τίς δʼ ὁ κωλύσων;
11
ἐὰν δὲ δὴ βωμὸν ἢ ναὸν νῦν τινος ἱδρύσασθαι θελήσωμεν· καὶ γὰρ εἰ πάντων εἰσὶ παρʼ ὑμῖν τῶν θεῶν, οὐκ ἀδύνατον οἶμαι καὶ κρείττω κατασκευάσαι τοῦπρότερον καὶ διὰ πλειόνων τιμᾶν προελέσθαι τὸν αὐτόν· ἆρʼ οὐχ ἕτοιμον ἐξοικίσαι τινὰ τῶν ἄλλων θεῶν ἢ μετενεγκεῖν τι τῶν ἤδη καθιερωμένων; ἢ καὶ τὴν ἐπιγραφὴν ἀλλάξαι μόνον, ὃ νῦν ποιοῦμεν; καίτοι τὸν μὲν Ἀπόλλω καὶ τὸν Ἥλιον καὶ τὸν Διόνυσον ἔνιοί φασιν εἶναι τὸν αὐτόν, καὶ ὑμεῖς οὕτω νομίζετε, πολλοὶ δὲκαὶ ἁπλῶς τοὺς θεοὺς πάντας εἰς μίαν τινὰ ἰσχὺν καὶ δύναμιν συνάγουσιν, ὥστε μηδὲν διαφέρειν τὸ τοῦτον ἢ ἐκεῖνον τιμᾶν. ἐπὶ δὲ τῶν ἀνθρώπων οὐθέν ἐστι τοιοῦτον· ἀλλʼ ὁ διδοὺς τὰ τοῦδε ἑτέρῳ τοῦτον ἀφῄρηται τῶν ἑαυτοῦ.
12
νὴ Δία, ἀλλʼ οὐχ ὅμοιον τὸ παραβαίνειν τὰ πρὸς τοὺς θεοὺς καὶ τὰ πρὸς τοὺς ἀνθρώπους.οὐδʼ ἐγώ φημι. παραβαίνειν δὲ ὅμως ἔστι καὶ τὰ πρὸς τούτους, ὅταν τις αὐτοῖς μὴ ὑγιῶς προσφέρηται, μηδὲ τοὺς μὲν εἰληφότας ἐῶν ἔχειν ἅ γε δικαίως ἔλαβον, τοῖς δὲ ἀξίοις δόξασι τῶν αὐτῶν ὅ φησιν ὄντως διδούς, ἀλλὰ τοὺς μὲν ἀποστερῶν τῆς δωρεᾶς, τοὺς δὲ ὥσπερ ἐνεδρεύων καὶ παραλογιζόμενος.