13
ἡ μὲν οὖν φύσις τοῦπράγματος ὁμοία καὶ τὸ ποιεῖν ὁτιοῦν μετὰ ἀπάτης καὶ φενακισμοῦ καὶ τῆς ἐσχάτης μικρολογίας ταὐτό· διαφέρει δʼ, ὅτι τὰ μὲν περὶ τοὺς θεοὺς γιγνόμενα μὴ δεόντως ἀσεβήματα καλεῖται, τὰ δὲ πρὸς ἀλλήλους τοῖς ἀνθρώποις ἀδικήματα. τούτων τὴν μὲν ἀσέβειαν ἔστω μὴ προσεῖναι τῷ νῦν ἐξεταζομένῳ πράγματι· τὸ λοιπὸν δέ, εἰ μὴ δοκεῖ φυλακῆς ὑμῖν ἄξιον, ἀφείσθω.
14
καίτοι καὶ τὴν ἀσέβειαν εὕροι τις ἂν ἴσως τῷ τοιούτῳ προσοῦσαν· λέγω δὲ οὐ περὶ ὑμῶν οὐδὲ περὶ τῆς πόλεως· οὔτε γὰρ ὑμῖν ποτε ἔδοξεν οὔτε δημοσίᾳ γέγονεν· ἀλλʼ αὐτὸ σκοπῶν κατʼ ἰδίαν τὸ πρᾶγμα. τὰ γὰρ περὶ τοὺς κατοιχομένους γιγνόμενα οὐκ ὀρθῶς ἀσεβήματα κέκληται καὶ τῆς προσηγορίας ταύτης τυγχάνει παρὰ τοῖς νόμοις, εἰς οὓς ἄν ποτε ᾖ. τὸ δʼ εἰς ἄνδρας ἀγαθοὺς καὶ τῆς πόλεως εὐεργέτας ὑβρίζειν καὶ τὰς τιμὰς αὐτῶν καταλύειν καὶ τὴν μνήμην ἀναιρεῖν ἐγὼ μὲν οὐχ ὁρῶ πῶς ἂν ἄλλως ὀνομάζοιτο· ἐπεὶ καὶ τοὺς ζῶντας εὐεργέτας οἱ ἀδικοῦντες οὐκ ἂν εὐλόγως εἶεν ἀπηλλαγμένοι τοῦδε τοῦ ὀνείδους.
15
οἱ γοῦν περὶ τοὺς γονεῖς ἐξαμαρτάνοντες, ὅτι τῆς πρώτης καὶ μεγίστης ὑπῆρξαν εὐεργεσίας εἰς ἡμᾶς, εἰκότως ἀσεβεῖν δοκοῦσιν. καὶ τὸ μὲν τῶν θεῶν ἴστε δήπουθεν, ὅτι κἂν σπείσῃ τις αὐτοῖς κἂν θυμιάσῃ μόνον κἂν προσάψηται, μεθʼ ἧς μέντοι προσήκει διανοίας, οὐθὲν ἔλαττον πεποίηκεν· οὐδὲ γὰρ δεῖται τῶν τοιούτων οὐθενὸς ἴσως ὁ θεὸς οἷον ἀγαλμάτων ἢ θυσιῶν· ἄλλως δὲ οὐ μάτην γίγνεται ταῦτα, τὴν προθυμίαν ἡμῶν καὶ τὴν διάθεσιν ἐμφαινόντων πρὸς αὐτούς.