36
ὃ τοίνυν ἀρχόμενος εἶπον, οὐδʼ ἂν νῦν ὀκνήσαιμι εἰπεῖν, ὅτι πανταχοῦ μὲν οἰκεῖόν ἐστι φαίνεσθαι τοὺς ἀγαθοὺς ἄνδρας ὑγιεῖς καὶ μηδὲν παλίμβολον ἔχοντας μηδὲ δυσχερές, ἀλλὰ πλεῖστον ἀπάτης καὶ πονηρίας ἀπηλλαγμένους· λέγω δὲ τοὺς ὑμῖν ὁμοίους· μάλιστα δὲ οἶμαι περὶ τὸ τιμᾶν καὶ τὰς δωρεάς. τὸ γὰρ αἰσχύνην τινὰ προσάπτειν τοῖς καλοῖς καὶ τὸ ἀδίκως ποιεῖν τὸ πάντων δικαιότατον οὐδʼ αἰσθανομένων ἐστὶν ἀνθρώπων τῆς ἑκάστου φύσεως. ὥσπερ οὖν οἱ παρανομοῦντες εἰς τὰ ἱερὰ τῶν εἰς ἄλλʼ ὁτιοῦν ἁμαρτανόντων χείρους εἰσίν, οὕτως οἱ περὶ ταῦτα ἄδικοι καὶ πονηροὶ φαινόμενοι.
37
τί γάρ ἐστιν ἱερώτερον τιμῆς ἢ χάριτος; οὐκ ἴστε ὅτι καὶ θεὰς νομίζουσιν οἱ πλεῖστοι τῶν ἀνθρώπων τὰς Χάριτας; ἐὰν οὖν τὰ ἀγάλματα αὐτῶν περικόπτῃ τις ἢ τοὺς βωμοὺς ἀνατρέπῃ, τοῦτον ἡγεῖσθε ἀσεβεῖν· ἐὰν δὲ αὐτὸ λυμήνηται καὶ διαφθείρῃ τὸ πρᾶγμα, ἀφʼ οὗ καὶ τὰς θεὰς ὠνομάσθαι συμβέβηκε, μὴ ὃν δεῖ τρόπον χαριζόμενος, ἀλλʼ ἀγεννῶς καὶ ἀνελευθέρως καὶ μετὰ τέχνης τοῖς εὐεργέταις ἀχαριστῶν, αὐτὸν φρονεῖν φήσομεν καὶ τῶν ἄλλων εἶναι συνετώτερον; ἀλλὰ τοὺς μὲν καπήλους τοὺς ἐν τοῖς μέτροις κακουργοῦντας, οἷς ὁ βίος ἐστὶν αὐτόθεν ἀπὸ αἰσχροκερδείας, μισεῖτε καὶ κολάζετε, τὴν δὲ πόλιν, εἰ δόξει περὶ τοὺς ἐπαίνους τῶν ἀγαθῶν ἀνδρῶν πανουργεῖν καὶ τὰς δωρεὰς καπηλεύειν, οὐκ αἰσχύνεσθε, παλίμβολα καὶ παλίμπρατα ποιοῦσαν τὰ σεμνά;
38
καὶ οὐδὲ ἐκεῖνο ἐνθυμεῖσθε ὅτι μηδὲ τοῖς καπήλοις μηδεὶς ἔτι ῥᾳδίως πρόσεισι, παρʼ οἷς ἂν πονηρὰ ᾖ τὰ μέτρα. καὶ μὴν ὅτι φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστιν, οὐχ ὁ λόγος αὐτὸ ἐξονειδίζει, θεάσασθε οὕτως. εἰ γάρ τις πύθοιτο ὑμῶν πότερα βούλεσθε τοὺς τιμωμένους ὑφʼ ὑμῶν, οἷς οἴεσθε διδόναι τὰς εἰκόνας, ἐπίστασθαι τἀληθὲς καὶ τὸ γιγνόμενον οἷόν ἐστιν ἢ λανθάνειν αὐτούς, οὐκ ἄδηλόν ἐστιν ὃ ἂν εἴποιτε εὖ φρονοῦντες. τί γὰρ ἐκώλυεν εὐθὺς ἐν τῷ ψηφίσματι γράφειν ὥσπερ τἄλλα καὶτοῦτο, εἶναι δὲ τὴν εἰκόνα αὐτοῖς μίαν τῶν ἀνακειμένων ἢ τὴν τοῦ δεῖνος, εἰ κἀκείνους ἐβούλεσθε γιγνώσκειν; ἀλλʼ οὐδέποτε οἶμαι τοῦτο ἐγγράφετε.