45
καὶ μὴν εἴ γε ἐν οἷς ἡ πόλις δοκεῖ τινος δεῖσθαι, τὴν δαπάνην μόνον ὀψόμεθα καὶ τὸ πῶς ἂν εὐχερέστατα γένοιτο, μηθὲν ἄλλο ἐξετάζοντες, τί κωλύει μὴ μόνον ταύτην ὑπάρχειν ἐν ἑτοίμῳ τὴν δωρεάν, ἀλλὰ κἂν ἄλλο τι θέλητε χαρίσασθαί τινι, γῆν, ἀργύριον, οἰκίαν, τοὺς ἔχοντας ἀφαιρουμένους;ἢ τί δεῖ πόρους ζητεῖν καὶ τὰ κοινὰ ἀναλίσκειν, ὅταν ᾖ καιρὸς ἢ τεῖχος ἐπισκευάζειν ἢ ναῦς, ἀλλὰ μὴ τὰ τοῦ δεῖνος λαβεῖν ἢ τὰ τῶν πολιτῶν τινος ἢ τῶν ἐνοικούντων παρʼ ὑμῖν; ἀλλὰ νὴ Δία βοήσονται καὶ δεινὰ φήσουσι πάσχειν. οὐκοῦν ἐξέσται δήπουθεν μὴ προσέχειν αὐτοῖς.
46
καὶ γὰρ εἰ νῦν εἰσιν, ἐφʼ οὓσἂν ἔλθοιεν ὑμῶν ταῦτα ποιούντων, πρότερόν γε οὐκ ἦν ἕτερος οὐδεὶς τοῦ δήμου κυριώτερος. ἆρʼ οὖν οἱ τότε ὄντες οὕτω προσεφέροντο τοῖς κατὰ μέρος; πόθεν; οἳ τοῦτο πάντων ἡγοῦντο χαλεπώτατον, καὶ τοῖς θεοῖς ἐπεύχοντο μηδέποτε συμβῆναι τοιοῦτον καιρόν, ἐν ᾧ δεήσει κατʼ ἄνδρα ἕκαστον ἀπὸ τῶν ἰδίων εἰσενεγκεῖν·καὶ τὸ τοιοῦτον σπανίως ποτὲ παρʼ ὑμῖν γενέσθαι φασίν, οὐδὲ ἐν ἅπασι τοῖς πολέμοις, ἀλλʼ εἴ ποτε ἐσχάτως ἡ πόλις ἐκινδύνευσεν.
47
ἴσως οὖν ἐρεῖ τις ὡς οἵ γε ἀνδριάντες τῆς πόλεώς εἰσιν. καὶ γὰρ ἡ χώρα τῆς πόλεως, ἀλλʼ οὐθὲν ἧττον τῶν κεκτημένων ἕκαστος κύριός ἐστι τῶν ἑαυτοῦ. καὶ κοινῇ μὲν ἐὰν πυνθάνηταί τις τίνος ἐστὶν ἡ νῆσος ἢ τίνος ἡ Καρία, φήσουσι Ῥοδίων. ἐὰν δὲ ἄλλως ἐρωτᾷς, τουτὶ τὸ χωρίον ἢ τόνδε τὸν ἀγρόν, δῆλον ὅτι πεύσῃ τοῦ δεσπότου τὸ ὄνομα. οὕτως καὶ τὰς εἰκόνας ἁπλῶς μὲν πάσας Ῥοδίων εἶναι λέγουσιν, ἰδίᾳ δὲ ἑκάστην τοῦ δεῖνος ἢ τοῦ δεῖνος, ᾧ ἄν ποτε ᾖ δεδομένη. καίτοι τὰ μὲν χωρία καὶ τὰς οἰκίας καὶ τἄλλα κτήματα οὐκ ἂν εἰδείης ὧν ἐστιν, εἰ μὴ πυθόμενος· ἡ δὲ εἰκὼν ἐπιγέγραπται, καὶ οὐ μόνον τὸ ὄνομα, ἀλλὰ καὶ τὸν χαρακτῆρα σῴζει τοῦ λαβόντος, ὥστʼ εὐθὺς εἶναι προσελθόντα εἰδέναι τίνος ἐστίν.