48
λέγω δὲ ἐφʼ ὧν ἔτι μένει τἀληθές. καὶ μὴν τό γε ἐν κοινῷ κεῖσθαι γελοιότατόν ἐστιν, εἴ τις ἄρα σημεῖον ἡγεῖται τοῦ μὴ τῶν εἰληφότων αὐτὰς ὑπάρχειν, ἀλλὰ τῆς πόλεως. οὕτω μὲν γὰρ ἐξέσται. λέγειν καὶ τὰ ἐν μέσῳ τῆς ἀγορᾶς πιπρασκόμενα τοῦ δήμου εἶναι, καὶ τὰ πλοῖα δήπουθεν οὐχὶ τῶν κεκτημένων, ἀλλὰ τῆς πόλεως, ἐπείπερ ἐν τοῖς λιμέσιν ἕστηκεν. ὅ τοίνυν ἤκουσά τινος ὑπὲρ τούτου λέγοντος ὡς ἰσχυρότατον, οὐκ ἂν ἀποκρυψαίμην, ὅτι δημοσίᾳ τοὺς ἀνδριάντας ἀπεγράψασθε ὑμεῖς. τί οὖν τοῦτό ἐστιν; καὶ γὰρ τὴν ἄντικρυς χώραν καὶ Κάρπαθον ταύτην καὶ ἤπειρον, ἑτέρας νήσους καὶ καθόλου πολλὰ ἔστιν εὑρεῖν, ἃ κοινῇ μὲν ἀπεγράψατο ἡ πόλις, διῄρηται δὲ εἰς τοὺς κατὰ μέρος.
49
ὅλως δὲ οὐκ εἰ μὴ τοῦτον τὸν τρόπον ἕκαστος τὴν εἰκόνα ἔχει τῶν τιμηθέντων, καθάπερ ἂν ἄλλο τι κτησάμενος, διὰ τοῦτο ἂν ἔλαττον αὐτῷ προσήκειν λέγοιτο ἢ μηδὲν ἀδικεῖσθαι διδόντων ὑμῶν ἑτέρῳ τὴν ἐκείνου. μυρίους γὰρ εὑρήσετε τρόπους, καθʼ οὓς ἑκάστου τί φαμεν εἶναι, καὶ πλεῖστον διαφέροντας, οἷον ἱερωσύνην, ἀρχήν, γάμον, πολιτείαν· ὧν οὔτε ἀποδόσθαι τι ἔξεστι τοῖς ἔχουσιν οὔτε ὅπως ἄν τις ἐθέλῃ χρῆσθαι.
50
κοινὸν δʼ οὖν ἐπὶ πᾶσιν ὥρισται δίκαιον, τὸ πάνθʼ ὅσα δικαίως τις ἔλαβεν, ἄν τε καθάπαξ τύχῃ λαβὼν ἄν τε εἴς τινα χρόνον, καθάπερ οἶμαι τὰς ἀρχάς, βεβαίως ἔχειν καὶ μηδένα ἀφαιρεῖσθαι. πῶς οὖν δικαιότερον ἔστιν ὁτιοῦν ἔχειν ἢ εἴ τις ἀνὴρ ἀγαθὸς γενόμενος καὶ χάριτος ἄξιος ἀντὶ πολλῶν καὶ καλῶν τύχοι τιμῆς; ἢ παρὰ τίνος κυριωτέρου καὶ μείζονος ἢ παρὰ τοῦ Ῥοδίων δήμου καὶ τῆς ὑμετέρας πόλεως; καὶ γὰρ τοῦτο οὐ σμικρόν ἐστι, τὸ μὴ Καλυμνίους εἶναιτοὺς δεδωκότας ἢ τοὺς κακοβούλους τούτους Καυνίους. ὥσπερ ἐπὶ τῶν ἰδιωτικῶν, ὅσῳ τις ἂν κρείττω καὶ πιστότερον δεικνύῃ, παρʼ οὗ τυγχάνει τι κτησάμενος, τοσούτῳ κρατεῖ καὶ οὐδεὶς ἂν ἀμφισβητήσειεν αὐτῷ. καίτοι πᾶσα πόλις, ἣν ἂν εἴπῃ τις, ἑνὸς ἀνδρὸς ἰδιώτου, κἂν ὁ σεμνότατος ᾖ, πιστοτέρα τῷ παντὶ καὶ κρείττων,καὶ τὰ κοινῇ γιγνόμενα τῶν κατʼ ἰδίαν πραττομένων ἰσχυρότερα.