54
ὅτι τοίνυν οὐθέν ἐστι τὸ τῆς ἀπογραφῆς οὐδὲ τὸ ἐν κοινῷ κεῖσθαι πρὸς τὸ μὴ τῶν εἰληφότων εἶναι τοὺς ἀνδριάντας πάλαι μὲν ἴσως ὑπάρχει δῆλον· ἀλλʼ ὥστε μηδʼ ἐπιχειρῆσαι μηδένα ἀντειπεῖν, ἐκεῖνο ὑμῖν ἐρῶ. ἴστε που τοὺς Ἐφεσίους, ὅτι πολλὰ χρήματα παρʼ αὐτοῖς ἐστι, τὰ μὲν ἰδιωτῶν, ἀποκείμενα ἐν τῷ νεῲ τῆς Ἀρτέμιδος, οὐκ Ἐφεσίων μόνον, ἀλλὰ καὶ ξένων καὶ τῶν ὁπόθεν δήποτε ἀνθρώπων, τὰ δὲ καὶ δήμων καὶ βασιλέων, ἃ τιθέασι πάντες οἱ τιθέντες ἀσφαλείας χάριν, οὐδενὸς οὐδεπώποτε τολμήσαντος ἀδικῆσαι τὸν τόπον, καίτοι καὶ πολέμων ἤδη μυρίων γεγονότων καὶ πολλάκις ἁλούσης τῆς πόλεως. οὐκοῦν ὡς ὅτι μὲν ἐν κοινῷ κεῖται τὰ χρήματα δῆλόν ἐστιν· ἀλλὰ καὶ δημοσίᾳ κατὰ τὰς ἀπογραφὰς ἔθος αὐτὰ τοῖς Ἐφεσίοις ἀπογράφεσθαι.
55
τί οὖν; ἆρά γε καὶ λαμβάνουσιν ἐξ αὐτῶν, ὅταν ᾖ χρεία τις, ἢ δανείζονται γοῦν, ὃ τάχα δόξει μηδὲν εἶναι δεινόν; ἀλλʼ οἶμαι πρότερον ἂν περιέλοιεν τὸν κόσμον τῆς θεοῦ πρὶν ἢ τούτων ἅψασθαι. καίτοι τοὺς Ἐφεσίους οὐκ ἂν εἴποιτε εὐπορωτέρους αὑτῶν. τοὐναντίον γὰρ ὑμεῖς μὲν καὶ πρότερον ἦτε πλουσιώτατοι τῶν Ἑλλήνων καὶ νῦν ἔτι μᾶλλόν ἐστε· ἐκείνους δὲ πολλῶν ἔστιν ἰδεῖν καταδεέστερον πράττοντας.
56
μὴ τοίνυν εἰ ἐκεῖνα μὲν ἔστιν ἀνελέσθαι τοῖς θεῖσι, τῆς εἰκόνος δὲ οὐθεὶς οὕτως ἐστὶ τῆς ἑαυτοῦ κύριος, καὶ μὴ τὸ πρᾶγμα ἀνόμοιον ἡγήσησθε· τὸ γὰρ μὴ πάντʼ εὐθὺς τῆς πόλεως εἶναι τὰ ἐν κοινῷ κείμενα καὶ δημοσίας ἀπογραφῆς τυχόντα δεῖξαι βουλόμενος ὡς τύπῳ κατὰ τοῦτο ἐχρησάμην. τὸ μέντοι μηθένα πρὸς ἄλλο τι τὴν εἰκόνα ἔχειν ἢ τὸ ἑστάναι παρʼ ὑμῖν, ᾧ μόνῳ διαφέρουσιν οὗτοι τοι τῶν ἐκεῖ τὰ χρήματα τιθέντων, ἔτι μᾶλλον ὑπὲρ αὐτῶν ἐστιν. ἃ γὰρ μηδὲ τοῖς λαβοῦσιν ἔξεστιν ἀνελεῖν, ἦπου γε τοῖς δεδωκόσιν ἐξεῖναι προσήκει;