57
καθόλου δὲ ἄλλως ἔγωγε φιλονικεῖν ἔοικα πρὸς τὸν εἰπόντα δὴ ὡς τῆς πόλεως πάντες εἰσὶν οἱ ἀνδριάντες. ἐπεὶ τοῦτό γε οὐθέν ἐστι σημεῖον ὡς οὐκ ἔστιν ἄτοπον τὸ γιγνόμενον. τὰ γοῦν ἐν τοῖς ἱεροῖς ἀναθήματα, ἃ κατασκευάσασα ἡπόλις ἐκ τῶν ἰδίων ἀνατέθεικεν, οὐκ ἂν οὐδεὶς ἀμφισβητήσειεν ὡς οὐ δημόσιά ἐστιν. ἆρʼ οὖν οὐχὶ δεινόν, εἰ καταχρησόμεθα τούτοις πρὸς ἄλλο τι; νὴ Δία, ταῦτα γάρ ἐστιν ἀναθήματα. αἱ δʼ εἰκόνες τιμαί· κἀκεῖνα δέδοται τοῖς θεοῖς, ταῦτα δὲ τοῖς ἀγαθοῖς ἀνδράσιν, οἵπερ εἰσὶν ἔγγιστα αὐτῶν.
58
καίτοι καὶ θεοφιλεῖς ἅπαντες οἱχρηστοὶ λέγονται καὶ εἰσίν. εἶτα ἡμᾶς μὲν οὐχ ὁ τῶν κτημάτων τι τῶν ἡμετέρων ἀφαιρούμενος, ἀλλʼ ἂν τοὺς φίλους βλάπτῃ τις τοὺς ἡμετέρους ἀδικεῖ τῷ παντὶ πλέον· τοὺς δέ γε θεοὺς φήσομεν, ὡς ἔοικε, τῶν φίλων μᾶλλον ὀλιγωρεῖν ἢ τῶν κτημάτων; ἀλλὰ πάντα μὲν προσήκει βεβαίως ἔχειν τοὺς κτησαμένους,καὶ ταῦτα ἐν δημοκρατίᾳ καὶ παρʼ ὑμῖν, οἳ μέγιστον φρονεῖτε ἐπὶ τῷ νομίμως καὶ δικαίως διοικεῖν τὰ παρʼ ἑαυτοῖς, μάλιστα δὲ οἶμαι τὰς τιμὰς καὶ τὰς χάριτας· οὐ μόνον, ἐπειδὴ τὰ μὲν ἄλλα καὶ φαῦλος ὤν τις ἂν ἔχοι, χρήματα, οἰκίας, ἀνδράποδα, χώρας, ταῦτα δὲ μόνοις ὑπάρχει τοῖς ἐπιεικέσιν· ἀλλὰ καὶ διʼ ἐκεῖνο, ὅτι ταῦταμὲν ἔστι κεκτῆσθαι καὶ διʼ ἑτέρου τρόπου, κληρονομήσαντα ἢ πριάμενον· τῶν δὲ τοιούτων διὰ μόνης ἀρετῆς ἐστιν ἡ κτῆσις.
59
καὶ μὴν ὧν γέ τις τὴν τιμὴν κατέβαλε τοῖς κυρίοις, οὐδʼ ἀμφισβητεῖ δήπουθεν οὐδεὶς ὡς οὐ δικαιόν ἐστιν ἐᾶν ἔχειν αὐτόν, τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν πλείονα ᾖ δεδωκώς. οὐκοῦν ἅπαντες οὗτοι δεδώκασιτιμὴν ἕκαστος τῆς εἰκόνος τῆς ἑαυτοῦ, καὶ ταύτην οὐδὲ μετρίαν, οἱ μὲν στρατηγίας λαμπρὰς ὑπὲρ τῆς πόλεως, οἱ δὲ πρεσβείας, οἱ δὲ καὶ τρόπαια ἀπὸ τῶν πολεμίων, οἱ δέ τινες καὶ χρήματα ἴσως, οὐ μὰ Δία χιλίας δραχμὰς οὐδὲ πεντακοσίας, ὅσων ἔστιν εἰκόνα ἀναστῆσαι.