60
τί οὖν; οὐχὶ νενόμισται παρά γε τοῖς μὴ παντάπασιν ἀδίκοις τὸν ἀποστερούμενόν τινος κτήματος ὃ γοῦν κατατέθεικε κομίζεσθαι παρὰ τῶν εἰληφότων; ἆρʼ οὖν ἐθέλοιτʼ ἂν ἀποδοῦναι τὰς χάριτας, ἀνθʼ ὧν ἐψηφίσασθε ἐκείνοις τοὺς ἀνδριάντας; λυσιτελεῖ γοῦν ὑμῖν ἐκτίνουσιν, ἐπειδὴ τὸ λυσιτελὲς οἴονται δεῖν τινες ὁρᾶν ἐξ ἅπαντος.
61
ἐὰν οὖν ἢ πόλεμον ᾖ τις κατωρθωκώς, ὃν εἰ μὴ συνέβη κατορθῶσαι τοῖς τότε, ἡμεῖς οἱ νῦν οὐκ ἂν εἴχομεν τὴν πόλιν, ἢ τὴν ἐλευθερίαν ἡμῖν κεκομισμένος ἢ τῶν οἰκιστῶν ὑπάρχῃ τις· οὐ γὰρ ἔχομεν σαφῶς εἰπεῖν τίνες εἰσὶν οἷς συμβέβηκεν ἢ συμβήσεται, τοῦ πράγματος εἰκῇ γιγνομένου καὶ μόνον ἔθει τινί· μὴ δυσχερὲς εἰπεῖν ᾖ τὸ μετὰ ταῦτα ὅτι καὶ τῆς πόλεως αὐτῆς ἀποστῆναι δεήσει βουλομένους γε τὰ δίκαια ποιεῖν. εἰ δὲ δή τις εἴη τι τοιοῦτον δεδωκὼς ὃ μηδὲ βουληθέντας ἀποδοῦναι δυνατόν· μυρίοι δʼ εἰσὶν οἱ τὰς ψυχὰς προειμένοι ἑαυτῶν ὑπὲρ τῆς πόλεως καὶ τοῦ ζῆν ἐωνημένοι τὴν εἰκόνα καὶ τὴν ἐπιγραφήν, καθάπερ εἶπον καὶ πρότερον· ἆρʼ οὐ δεινὰ πάσχουσιν;
62
οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐχὶ ἡμεῖς ἐσμεν οἱ ταῦτʼ εἰληφότες. πρῶτον μὲν γὰρ ἅπαντα ὀφείλουσι τὰ τῶν προγόνων οὐχ ἧττον αὐτῶν ἐκείνων εἰς οὓς ἄν ποτε καθήκῃ τὸ γένος. οὐ γὰρ ἀφίστασθαί γε φήσετε τῆς διαδοχῆς. εἶτα πάνθʼ ὅσα ἐξ ὧν τότε ἐκείνους τινὲς εὐηργετήκασι καὶ προυθυμοῦντο πάσχοντες ἢ δρῶντες ὑπὲρ αὐτῶν συνήχθη χρήσιμα καὶ μεγάλα, ὑμῖν ἔστι νῦν· ἡ δόξα τῆς πόλεως, τὸ μέγεθος, τὸ χωρὶς μιᾶς αὐτὴν πασῶν τῶν ἄλλων ὑπερέχειν.