63
εἰ τοίνυν, ὅτι μὴ παρʼ ὑμῶν εἰλήφασι, διὰ τοῦτο ἔλαττον ἀδικεῖν οἴεσθε, ἢ εἴ τι τῶν ἄλλως ὑπαρχόντων τινὸς ἀφῃρεῖσθε, τῶν ἄγαν τι φανερῶν ἀγνοεῖτε· πρῶτον μὲν ὅτι πάντες οἵ τινα ἀποστεροῦντες ὁτιοῦν κἀκεῖνον ἀδικοῦσιν οὐχ ἧττον, παρʼ οὗ ποτʼ ἂν τοῦτο εἰληφὼς τύχῃ· οἷον οἱ τῶν δημοσίων τι καταλύοντνς οἰκοδομημάτων, ὅ τις τῶν καθʼ ἕνα ἐποίησε χαριζόμενος ὑμῖν, μᾶλλον ἂν δόξειαν τὸν ποιήσαντα ἀδικεῖν ἢ τὴν πόλιν. οὐκοῦν ὁ αὐτὸς λόγος κἂν ἡ πόλις ᾖ τι τῶν ἰδιωτῶν τινι δεδωκυῖα πρὸς τὸν ἀφαιρούμενον τοῦτο. τοιγαροῦν ὑμεῖς πρὸς ἐκείνοις, ὧν τὰς εἰκόνας ἀνεστήσατε, καὶ τὴν πόλιν οἶμαι τὴν δεδωκυῖαν ἀδικεῖτε, τοῦτʼ ἔστιν ἑαυτούς.
64
ἀλλʼ ὁ μὲν εἰς ἄλλον ἁμαρτὼν ὥστε ἑαυτὸν ὠφελῆσαι κακίᾳ μόνον ἐστὶν ἔνοχος τοῖς πολλοῖς·ὁ δʼ ἑαυτὸν ἀδικῶν ἐν οἷς ἕτερον τῆς μὲν πονηρίας ὑπερβολήν τινα ἔδειξεν, ἐκ περιττοῦ δὲ ἀνόητος δοκεῖ. πρὸς τούτῳ δʼ ἂν ἴδοι τις καὶ ἕτερον. ὁ μὲν ἀφαιρούμενος ἁπλῶς ὅ τις ἔχει δικαίως ὅτῳ δήποτε τρόπῳ κτησάμενος κατʼ αὐτὸ τὸ πρᾶγμα ἁμαρτάνει, φύσει τι ποιῶν ἄτοπον· ὁ δὲ τῶν ὑφʼ ἑαυτοῦ δεδομένωνἐν μέρει τιμῆς καὶ χάριτός τινα ἀποστερῶν οὐ μόνον τὸ κοινὸν τοῦτο παραβαίνει, καθʼ ὃ προσήκει μηδένα βλάπτειν, ἀλλὰ καὶ χρηστὸν ἄνδρα ἀδικεῖ, καὶ τοῦτον ὃν ἥκιστα αὐτῷ προσῆκεν.