65
οὐδαμῇ γὰρ ἰδεῖν ἔστι τοῖς φαύλοις τὰς τιμὰς διδομένας οὐδὲ ὑφʼ ὧν μηδὲν εὖ πεπόνθασιν. ὅσῳ δὴ χεῖρον τὸ τοὺς ἀγαθοὺς ἀφαιρεῖσθαιτιμὰς ἢ τὸ τοὺς ἄλλους καὶ τὸ τοὺς εὐεργέτας βλάπτειν τοῦ τὸν τυχόντα ἀδικεῖν οὐδένα λανθάνει. καὶ τοίνυν καὶ τοὺς Ἐφεσίους, εἴ τις ἀφέλοι τὸ πρὸς τὴν θεόν, κατʼ αὐτὸ τοῦτο φαίη τις ἂν ἧττον ἁμαρτάνειν λαβόντας ἀπʼ ἐκείνων τῶν χρημάτων ἢ τοὺς οὕτω προσφερομένους ταῖς εἰκόσιν, οὐ μόνον διὰ τὰ νῦνεἰρημένα δήπουθεν, ὅτι μηδὲν προσήκοντας ἀνθρώπους ἔμελλον ἀδικεῖν, ὧν τοὺς πολλοὺς οὐδὲ ἔγνωσαν, ἀλλὰ καὶ διὰ τὴν ἀπὸ τοῦ πράγματος αἰτίαν. τοῖς μὲν γὰρ παρακαταθήκην τινὰ μὴ φυλάξασιν οὐδεὶς ἂν οὐδὲν ἔτι τῶν ἑαυτοῦ πιστεύσειεν· τοὺς δὲ ὑβρίζοντας εἰς τοὺς εὐεργέτας οὐδεὶς κρινεῖ χάριτος ἀξίους. ὥσθʼ ὁ κίνδυνοσὑμῖν μὲν ἐν τῷ μηκέτʼ εὖ πάσχειν ὑπὸ μηδενός, ἐκείνοις δὲ ἐν τῷ μηκέτι φυλάττειν τὰ ἀλλότρια.
66
βούλομαι τοίνυν ὑμέτερόν τι ἔργον εἰπεῖν οὐ πάλαι μὲν γεγονός, εὐδοκιμοῦν δὲ παρὰ πᾶσιν οὐχ ἧττον τῶν πάνυ παλαιῶν, ἵνʼ εἰδῆτε παραθέντες, εἰ καθόλου τοὺς τοιούτους ἄξιόν ἐστι τοιοῦτόν τι ποιεῖν. μετὰ γὰρ τὸν συνεχῆ καὶ μακρὸν ἐκεῖνον Ῥωμαίων πόλεμον, ὃν πρὸς ἀλλήλους ἐπολέμησαν, ὅτε ὑμῖν ἀτυχῆσαι συνέβη διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, ἐπειδὴ πέρας εἶχε τὰ δεινὰ καὶ πάντες ᾤοντο σεσῶσθαι, καθάπερ ἐν ταῖς μεγάλαις νόσοις πολλάκις δεινοῦ τινος ἐδέησε βοηθήματος, καὶ τότε ἔδοξε τὰ πράγματα ζητεῖν τοιαύτην ἐπανόρθωσιν. ὅθεν πᾶσιν ἐδόθη τοῖς ἔξωθεν χρεῶν ἄφεσις.
67
ἀσμένως δὲ αὐτῶν προσεμένων καὶ τὸ πρᾶγμα δωρεὰν ἡγησαμένων, μόνοι τῶν ἄλλων ὑμεῖς οὐκ ἐδέξασθε, καίτοι τῆς ἁλώσεως ὑμῖν, ὅπερ ἔφην, ἄρτι γεγενημένης καὶ τῶν πολεμίων ἐν τῇ πόλει τὰς οἰκίας μόνον εἰακότων· ἀλλʼ ὅμως δεινὸν ὑμῖν ἔδοξε τὸ ἐν ὁποίῳ δήποτε καιρῷ παραβῆναί τι τῶν δικαίων καὶ διὰ τὰς συμφορὰς τὰς καταλαβούσας ἔτι καὶ τὴν πίστιν ἀνελεῖν τῆν παρʼ αὑτοῖς· καὶ τἄλλα πάντα Ῥωμαίοις παραχωροῦντες οὐκ ἠξιώσατε καθʼ ἓν τοῦτο παραχωρῆσαι, τὸ μηδὲν αἰσχρὸν αἱρεῖσθαι κέρδους ἕνεκα.