71
φέρε τοίνυν, εἴ τις ἔροιτο τὸν στρατηγὸν ὑμῶν ἐφεστῶτα καὶ κελεύοντα ἐκχαράττειν τὴν ἐπιγραφήν, ἕτερον δʼ ἐγγράφειν, τί ἐστι τὸ γιγνόμενον; ἦ νὴ Δία πέφηνέ τι δεινὸν εἰργασμένος τὴν πόλιν τοσούτοις ἔτεσιν ὕστερον οὗτος ἁνήρ; πρὸς τοῦ Διὸς οὐκ ἂν ὑμῖν δοκεῖ διατραπῆναι, καὶ ταῦτα ἐὰν ᾖ μέτριος; ἐγὼ μὲν γὰρ οἶμαικαὶ τὸν τεχνίτην ἐρυθριάσειν. εἰ δὲ δὴ παῖδες ἢ συγγενεῖς τινες παρατύχοιεν τἀνδρὸς ἐκείνου, πόσα οἴεσθε ἀφήσειν αὐτοὺς δάκρυα, ἐπειδὰν ἄρξηταί τις ἀφανίζειν τὸ ὄνομα;
72
οὐμενοῦν· ἀλλὰ ἐνστήσονται πάντες εἰς ὑμᾶς παριόντες, εἰς τὸν δῆμον βοῶντες. ἆρʼ οὖν, οὐδʼ ἂν τοιοῦτον συμβῇ, κωλύσετε οὐδὲ ἐπιστραφήσεσθε; ἐγὼμὲν οὐδὲν ἂν τοιοῦτον περὶ ὑμῶν ὑπολάβοιμι, μᾶλλον δὲ καὶ νῦν φημι λανθάνειν αὐτὸ γιγνόμενον, ἀλλʼ οὐκ ἐάσετε γνόντες· οὐκοῦν νῦν γε ἐπίστασθε δήπουθεν τὸ πρᾶγμα ὅλον, ὥστε καθάπαξ κωλῦσαι προσήκει. νὴ Δία, ἀλλʼ οὐχ ὅμοιόν ἐστι, πολλῶν ὄντων οἷς μηδεὶς προσήκεικαὶ τοῦ πράγματος συμβαίνοντος ἐπʼ οὐδενὶ τῶν γνωρίμων.
73
ἐγὼ δʼ ὅτι μὲν οὐκ εἴ τινες ἀγνοοῦσι προσήκοντας ἑαυτοῖς ἐνίους τούτων, ὅπερ εἰκός, διὰ τοῦτο ἔλαττον ἀδικοῦνται τῶν προγόνων ἀτιμαζομένων, ἀφίημι· χαλεπώτερον δὲ ἄλλως εἶναί μοι δοκεῖ τὸ γιγνόμενον εἰς ἐκείνους, οἷς μηδὲ ἔστιν οἰκεῖος μηδὲ εἷς ἔτι. καὶ γὰρ τῶν ζώντων δοκεῖ δεινότερον εἶναι τούτους ἀδικεῖν οἷς μηδὲ εἷς ἔστιν ὁ βοηθῶν ἔτι. ἐπεὶ κατά γε τοῦτο λεγέτωσαν μηδὲν εἶναι χαλεπὸν μηδὲ τὸ τοὺς ὀρφανοὺς βλάπτειν τοὺς παντάπασιν ἐρήμους, οἳ μήτε ἑαυτοῖς ἀμύνειν δύνανται μήτε ἄλλον ἔχουσι τὸν κηδόμενον. ἀλλὰ ὑμεῖς τοὐναντίον καὶ μᾶλλον ἐπὶ τούτοις ἀγανακτεῖτε καὶ δημοσίᾳ καθίστασθε ἐπιτρόπους, ὅπως μηδὲν ἀδικῶνται.