77
καθόλου δέ, ὥσπερ ὅταν τῶν ζώντων τις ἐξετάζηται παρʼ ὑμῖν, ὃν αὐτοὶ μὴ σφόδρα οἴδατε ἢ παντάπασιν ἀγνοεῖτε, τοῖς ἐπισταμένοις αὐτοὺς προσέχετε καὶ τίθεσθε τὴν ψῆφον κατὰ τοὺς μάρτυρας, ἄλλως τε ἂν ὦσιν οὗτοι μὴ πονηροί, ταὐτὸ καὶ νῦν ποιήσατε· ἐπεὶ καὶ περὶ ἀνδρῶν ὁ λόγος ἐστίν,οὕς φασι μηδένα εἰδέναι τῶν ζώντων· παρὰ τῶν ἐγνωκότων αὐτοὺς μάθετε. οἱ τοίνυν τότε ὄντες καὶ σαφέστατα ἐκείνους εἰδότες εὐεργέτας ἡγοῦντο τῆς πόλεως καὶ τῶν μεγίστων ἠξίουν. οἷς οὐ θεμιτὸν ὑμᾶς ἀπιστεῖν, ὑμετέροις γε οὖσι προγόνοις, οὐδὲ φῆσαι πονηρούς.
78
οὐ τοίνυν οὐδὲ τοιοῦτον οὐδὲν ἔστιν εἰπεῖν, ὡς κατὰπολὺν χρόνον ἐσχήκασι τὰς τιμάς· οὐ γὰρ ἔσθʼ ὅπως δείξουσι πλείονα ἐκείνους χρόνον τιμωμένους ὑπὸ τῆς πόλεως ἢ τὴν πόλιν ὑπʼ αὐτῶν εὖ πεπονθυῖαν. ὥσπερ οὖν ὁ χρέος πάλαι μὲν ὀφείλων, πάλαι δὲ ἀποδούς, οὐθὲν πλέον τι πεποίηκε τοῦ νῦν ἀποδιδόντος ὅ, τι εἴληφεν, ὁμοίως οὐδʼ εἴ τις πάνυ πρὸ πολλοῦ τινα ἠμείψατο τότε εὖ παθών.
79
ἄλλως τε εἰ μὲν ἀτέλειαν ἢ χρήματα ἢ γῆν ἢ τοιοῦτόν τι δεδωκότες ἀφῃρεῖσθε, μᾶλλον ἂν ἴσως ἠδικοῦντο οἱ μετὰ ταῦτα εἰληφότες· ὁ γὰρ χρόνον τινὰ κατασχὼν τὰ τοιαῦτα ὠφέληταί τι καὶ προείληφεν· ἐπὶ δὲ τῆς τιμῆς οὐδέν ἐστι τοιοῦτον. οἱ μὲν γάρ εἰσιν εὐπορώτεροι καὶ τὸν ἄλλον χρόνον·ἃ γὰρ ἐκτήσαντο ἀπὸ τούτων ἔχουσιν· τοῖς δὲ τοὐναντίον ἀτιμοτέροις ὑπάρχει γεγονέναι. ὅπου μὲν γὰρ ἐλάττων ἡ ζημία τοῖς πολὺν χρόνον καρπωσαμένοις, ὅπου δὲ ἡ ἀτιμία μείζων τοῖς σφόδρα παλαιᾶς τιμῆς ἀφαιρουμένοις.