80
ὅτι τοίνυν οὐδὲ ἀσεβείας ἀπήλλακται τὸ γιγνόμενον μάλιστα, ὃν οὗτοί φασι τρόπον, κἂν ὑπερβολῆς ἕνεκα δόξω τισὶ λέγειν, οὐχ, ὡς πρότερον εἶπον, ὅτι πάντα ἁπλῶς ἀσεβήματά ἐστι τὰ περὶ τοὺς τεθνεῶτας γιγνόμενα, ἀλλὰ ὅτι καὶ πάντες ἥρωας νομίζουσι τοὺς σφόδρα παλαιοὺς ἄνδρας, κἂν μηδὲν ἐξαίρετον ἔχωσι, διʼ αὐτὸν οἶμαι τὸν χρόνον. τοὺς δὲ δὴ σεμνοὺς οὕτως καὶ τῶν μεγίστων ἠξιωμένους, ὧν ἔνιοι καὶ τὰς τελετὰς ἐσχήκασιν ἡρώων, τοὺς τοσαῦτα ἔτη κειμένους, ὥστε καὶ τὴν μνήμην ἐπιλελοιπέναι, πῶς ἔνι τῆς αὐτῆς τυγχάνειν προσηγορίας ἧς οἱ τεθνηκότες ἐφʼ ἡμῶν ἢ μικρὸν ἔμπροσθεν, ἄλλως δὲ μηδενὸς ἄξιοι φανέντες;
81
καὶ μὴν τά γε εἰς τοὺς ἥρωας ἀσεβήματα οὐδʼ ἂν ἀμφισβητήσειεν οὐδεὶς ὡς οὐχὶ τὴν αὐτὴν ἔχει τάξιν ἣν τὰ περὶ τοὺς θεούς. τί οὖν; οὐκ ἀδίκημά ἐστι τὸ τὴν μνήμην ἀναιρεῖν; τὸ τὴν τιμὴν ἀφαιρεῖσθαι; τὸ ἐκκόπτειν τὸ ὄνομα; δεινόν γε καὶ σχέτλιον, ὦ Ζεῦ. ἀλλʼ ἐὰν μὲν στέφανόν τις ἀφέλῃ τὸν μίαν ἴσως ἢ δευτέραν μενοῦντα ἡμέραν, ἢ κηλῖδά τινα τῷ χαλκῷ προσβάλῃ, τοῦτον ἡγήσεσθε ἀσεβεῖν· τὸν δὲ ὅλως ἀφανίζοντα καὶ μετατιθέντα καὶ καταλύοντα τὴν δόξαν οὐδὲν ποιεῖν ἄτοπον;
82
ἀλλʼ ἐὰν μὲν δοράτιον ἐξέλῃ τις ἐκ τῆς χειρὸς ἢ κράνους ἀπορρήξῃ τὸν λόφον ἢ τὴν ἀσπίδα τοῦ βραχίονος ἢ χαλινὸν ἵππου, τῷ δημοσίῳ τοῦτον εὐθὺς παραδώσετε, καὶ τὴν αὐτὴν ὑπομενεῖ τιμωρίαν τοῖς ἱεροσύλοις, ὥσπερ ἀμέλει καὶ πολλοὶ τεθνήκασι διὰ τοιαύτας αἰτίας, καὶ πλέον οὐδὲν λέγουσιν αὐτοῖς ὅτι τῶν ἀνωνύμων τινὰ καὶ σφόδρα παλαιῶν ἐλωβήσαντο εἰκόνων· δημοσίᾳ δὲ ἡ πόλις τῷ παντὶ χείρων καὶ φαυλοτέρα φανεῖται περὶ τοὺς ἥρωας;
83
καὶ τοίνυν ἐὰν εἴπῃ τις εἰσελθὼν ὅτι πεφώραταί τις ξένος ἢ καὶ πολίτης ἢ χεῖρα ἢ δάκτυλον ἀφαιρῶν ἀνδριάντος, βοήσεσθε καὶ παραχρῆμα ἐπιθεῖναι κελεύσετε ἐπὶ τὸν τροχόν. καίτοι χειρὸς μὲν ἀφαιρεθείσης ἢ δόρατος ἢ φιάλης, ἐὰν τύχῃ κρατῶν, ἡ τιμὴ μένει καὶ τὸ σύμβολον ἔχει τῆς ἀρετῆς ὁ τιμηθείς, ὁ δὲ χαλκὸς μόνος ἐλάττων γέγονεν· τῆς δὲ ἐπιγραφῆς ἀνῃρημένης ἀνῄρηται δήπουθεν ἡ μαρτυρία καὶ τὸ δοκεῖν ἄξιον ἐπαίνου γεγονέναι τὸν ἄνθρωπον.