94
καίτοι τὸ τῆς ἀγνοίας καὶ τὸ τῆς ἀρχαιότητος ὅμοιόν ἐστινὥσπερ ἂν εἴ τις λέγοι μηδὲ τοὺς τυμβωρυχοῦντας τοὺς σφόδρα παλαιοὺς τάφους μηδὲν ἁμαρτάνειν, ὅτι μηδεὶς αὐτοῖς προσήκει μηδὲ ἴσμεν οἵτινές εἰσιν. ὁ μὲν οὖν τάφος οὐκ ἔστι σημεῖον ἀρετῆς, ἀλλʼ εὐπορίας, οὐδὲ ἔχομεν εἰπεῖν τοὺς ἐν τοῖς μνήμασι κειμένους ὡς ἦσαν ἀγαθοί, πλὴν εἰ μή γε δημοσίᾳ τις φαίνοιτοτεθαμμένος ὅπερ οἶμαι τρόπον τινὰ τούτοις συμβέβηκεν. ἡ δὲ εἰκὼν διʼ ἀνδραγαθίαν δίδοται καὶ διὰ τὸ δόξαι τινὰ πρότερον γενναῖον ʽὅτι γὰρ οὐδεὶς ἐστάθη τούτων ἁλοὺς κλέπτων οὐδὲ μοιχεύων οὐκ ἄδηλόν ἐστινʼ οὐδέ γε ἐπὶ τοῖς τυχοῦσιν, ἀλλʼ ὡς οἷόν τε ἐπὶ τοῖς μεγίστοις.
95
ὅτι τοίνυν καὶ θείας τινὸς δυνάμεως καὶ προνοίας, ὡς ἂν εἴποι τις, οἱ τοιοῦτοι μετέχουσιν ἐπʼ ἀνδριάντος τι βούλομαι γεγονὸς εἰπεῖν. Θεαγένης ἦν Θάσιος ἀθλητής· οὗτος ἐδόκει ῥώμῃ διενεγκεῖν τῶν καθʼ αὑτόν, καὶ δὴ σὺν ἑτέροις πολλοῖς καὶ τὸν Ὀλυμπίασι τρὶς εἰλήφει στέφανον. ὡς δʼ ἐπαύσατο καὶ ἧκεν εἰς τὴν πατρίδα, λοιπὸν τοῦ σώματος παρακμάσαντος ἦν ἀνὴρ οὐδενὸς χείρων περὶ τὰ κοινά, ἀλλʼ ὡς οἷόν τε ἄριστος. ἐντεῦθεν, ὅπερ εἰκός, εἰς ἔχθραν τινὶ προῆλθε τῶν πολιτευομένων.
96
ὁ δὲ ζῶντι μὲν ἐφθόνει μόνον, τελευτήσαντος δὲ πρᾶγμα πάντων ἀνοητότατον καὶ ἀσεβέστατον ἐποίει· τὸν γὰρ ἀνδριάντα αὐτοῦ τὸν ἑστῶτα ἐν μέσῃ τῇ πόλει νύκτωρ ἐμαστίγου. τοιγαροῦν εἴτε ἀπὸ τύχης εἴτε δαιμονίου τινὸς νεμεσήσαντος αὐτῷ κινηθείς ποτε ἐκ τῆς βάσεως ἠκολούθησεν ἅμα τῇ μάστιγι καὶ κτείνει τὸν ἄνδρα. νόμου δὲ ὄντος καταποντίζειν κρίναντας, ἐάν τι τῶν ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ τινά, οἱ τοῦ τεθνεῶτος προσήκοντες αἱροῦσι δίκῃ τὸν ἀνδριάντα καὶ κατεπόντωσαν.