104
καὶ λέγω ταῦτα οὐκ ὀνειδίζων οὐδὲ τῶν προγόνων ὑμᾶς χείρονας ποιῶν· οὐ γὰρ ὅτι μὴ δύνασθε ταὐτὰ πράττειν ἐκείνοις, ἀλλʼ ὅτι καιρὸς οὐκ ἔστι τῶν τοιούτων, ἐν εἰρήνῃ διάγετε. δῆλον γὰρ ὡς κἀκεῖνοι μᾶλλον ἐβούλοντο μὴ κινδυνεύειν, καὶ διὰ τοῦτο ἐπόνουν, ἵνα καταστῇ ποτε τὰ πράγματα, πλὴν ὅτι γε οὐκ ἴσα ὑμῖν ἀνήλισκον. ἵνα γὰρ τἄλλα ἀφῇ τις, τὸ τῶν νεωρίων, τὸ τῶν ὅπλων, τὸ τῶν μηχανημάτων, ὃ νῦν εἶπον, αὐτὸ δήπου τὸ τῶν τειχῶν οὐκ ἔστιν ὅμοιον, ὡς ἐφʼ ὑμῶν ἐπισκευάζεται. καὶ γὰρ ἂν τὰ τῆς ἐπιμελείας θῇ τις μὴ διαφέρειν, ἀλλά τοι σχολῇ γίγνεται καὶ κατʼ ὀλίγον καὶ ὁπηνίκα τις βούλεται· τότε δὲ οὐκ ἦν αὐτὰ μὴ ἑστάναι. καὶ νῦν μὲν ὑφʼ ὑμῶν δοκιμασθησόμενα οἰκοδομεῖται, τότε δὲ ὑπὸ τῶν πολεμίων.
105
εἶεν· οὐ τοίνυν οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὡς πλείονας τιμᾶτε· τὸ γὰρ πλῆθος αὐτὸ δηλοῖ τῶν ἐξ ἐκείνου τοῦ χρόνου κειμένων ἀνδριάντων. χωρὶς δὲ τούτου τίς ἂν εἴποι πλείους εἶναι τοὺς νῦν φιλοτιμουμένους περὶ τὴν πόλιν; νὴ Δία, ἀνάγκην γὰρ ἡμεῖς ἔχομεν τοὺς ἡγεμόνας τιμᾶν ἅπαντας. τί δʼ; οὐχὶ καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ Βυζάντιοι καὶ Μυτιληναῖοι τοὺς αὐτοὺς τούτους θεραπεύουσιν; ἀλλʼ ὅμως ὅταν δόξῃ τινὰ στῆσαι χαλκοῦν, ἱστᾶσι καὶ τῆς εἰς τοῦτο δαπάνης εὐποροῦσιν.
106
καὶ μὴν ἤδη τινὸς ἤκουσα Ῥοδίου λέγοντος, οὐχ ὅμοια τὰ ἐκείνων καὶ τὰ ἡμέτερα. τοῖς μὲν γὰρ μόνον ὑπάρχειν τὴν ἐλευθερίαν δίχα Ἀθηναίων, καὶ τούτους δὲ μηδὲν μέγα κεκτῆσθαι· τὴν δὲ ὑμετέραν πόλιν ἐπίφθονον εἶναι παρὰ πᾶσιν, ὡς ἄριστα πράττουσαν· διόπερ αὐτῇ πλειόνων δεῖν τῶν εὐνοούντων. ἔτι δὲ μηδένα τῶν Ῥωμαίων διαφέρεσθαι παρὰ τοῖσδε ἑστάναι, τῆς δέ γε ἐνθάδε τιμῆς οὐκ ἀμελεῖν.