48
ὅτι γε μὴν οὐκ ἄλλωσδιέξεισι ταῦτα, φανερῶς αὐτὸς ἀποφαίνεται ποίαν τινὰ δεῖ τὴν τροφὴν εἶναι καὶ πρὸς τί γιγνομένην. ἣν γὰρ ἂν θέλῃ ἐπαινέσαι, μενοεικέα δαῖτά φησιν, τὴν οἵαν τε παρέχειν μένος, τουτέστιν ἰσχύν. ταῦτα δὲ λέγει διδάσκων καὶ παραινῶν ὡς δεῖ καὶ τραπέζης ἐπιμελεῖσθαι τοὺς ἀγαθούς, ἐπεὶ τροφῆς γε παντοίας καὶ πολυτελείασοὐκ ἐτύγχανεν ἄπειρος ὤν, ὥστε τοὺς περὶ ταῦτα νῦν ἐπτοημένους Πέρσας καὶ Σύρους καὶ τῶν Ἑλλήνων Ἰταλιώτας καὶ Ἴωνας μηδὲ ἐγγὺς ἐφικνεῖσθαι τῆς παρʼ Ὁμήρῳ χορηγίας καὶ ἁβρότητος.
49
τί δέ, εἶπεν ὁ Φίλιππος, οὐ δίδωσιν ἐσθῆτα ὡς οἷόν τε καλλίστην τοῖς ἥρωσι; νὴ Δία γε, ἦ δʼ ὃς ὁ Ἀλέξανδρος, οὐ μέντοι γυναικείανοὐδὲ ποικίλην, ἀλλὰ πορφύρᾳ μόνον ἐκόσμησε τὸν Ἀγαμέμνονα, καὶ τὸν Ὀδυσσέα δὲ μιᾷ χλαίνῃ τῇ οἴκοθεν. οὐδὲ γὰρ οἴεται δεῖν Ὅμηρος τὸν ἡγεμόνα φαίνεσθαι ταπεινὸν οὐδὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ὅμοιον, ἀλλὰ καὶ στολῇ καὶ ὁπλίσει διαφέρειν παρὰ τοὺς ἄλλους ἐπὶ τὸ μεῖζον καὶ σεμνότερον, οὐ μὴν τρυφῶντά γε οὐδὲ σπουδάζοντα.
50
τὸν γοῦν Κᾶρα τὸν χρυσῷ καλλωπιζόμενον εἰς τὸν πόλεμον μάλα ὑβριστικῶς ἐλοιδόρησεν, εἰπών, ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδʼ ἴεν ἠύτε κούρη νήπιος, οὐδʼ ἄρα οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ἐν ποταμῷ· χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων·
51
καταγελῶν αὐτοῦ τῆς τρυφῆς ἅμα καὶ τῆς ἀφροσύνης, ὅτι τοῖς πολεμίοις ἆθλα ἐκόμιζε τοῦ θανάτου σχεδόν. οὔκουν φαίνεται χρυσοφορίας ἐπαινῶν ὁ Ὅμηρος, καὶ ταῦτα εἰς πόλεμον, ψελίων τε καὶ στρεπτῶν, ἔτι δὲ χρυσῶν φαλάρων καὶ χαλινῶν, ὁποῖα τοὺς Πέρσας φασὶν ἐπιτηδεύειν· οὐ γὰρ ἔχουσιν ἐπιτιμητὴν Ὅμηρον τῶν πολεμικῶν.
52
ἐκ δὲ τούτων τῶν ἐπιτηδευμάτων τούς τε ἄρχοντας πεποίηκεν. ἀγαθοὺς καὶ τὸ πλῆθος εὔτακτον. προΐασι γοῦν αὐτῷ σιγῇ, ʽδειδιότες σημάντορασʼ, οἱ δὲ βάρβαροι μετὰ πολλοῦ θορύβου καὶ ἀταξίας, ταῖς γεράνοις ὁμοίως· ὡς τοῦτο μάλιστα σωτήριον ὂν καὶ νικηφόρον ἐν τοῖς κινδύνοις, τὸ μὴ ἀδεεῖς εἶναι τῶν ἡγεμόνων τοὺς στρατιώτας. ὅσοι δʼ ἂν ὦσιν ἄφοβοι τῶν σφετέρων ἀρχόντων, οὗτοι τάχιστα ἂν φοβοῖντο τοὺς πολεμίους.