113
εἰ γὰρ ὑμῖν ἡ μὲν ἐκ τοσούτου χρόνου πίστις καὶ πρὸς τὸν δῆμον εὔνοια τὸν ἐκείνων καὶ κοινωνία πάσης τύχης οὐ δύναται βεβαιοῦν τὴν πολιτείαν,οὐδὲ Μιθριδάτης καθαιρεθεὶς οὐδʼ Ἀντίοχος, οὐδʼ ἡ τῆς θαλάττης ἀρχὴ παραδοθεῖσα διὰ πολλῶν κινδύνων καὶ πόνων, οὐδʼ οἱ πρὸ τοσούτων ἐτῶν ὅρκοι τῆς φιλίας, οὐδʼ αἱ παρʼ αὐτὸν τὸν Δία στῆλαι κείμεναι μέχρι νῦν, οὐδʼ ἡ μέχρι Ὠκεανοῦ συγκινδυνεύσασα δύναμις, οὐδʼ ἡ τὸ τελευταῖον ὑπὲρ αὐτῶν ἁλοῦσα πόλις,ἀλλʼ εἰ μὴ τὸν δεῖνα καὶ τὸν δεῖνα κολακεύσετε ἀγεννῶς, πάντα ταῦτα ἀνατέτραπται, ὡς ἀεὶ προσδοκᾶν ὀργήν τινα ἢ μῖσος, σφόδρα ὑμῖν φαύλως τὰ πράγματα ἔχει καὶ ἐπʼ οὐδενὸς ἵδρυσθε ἰσχυροῦ. καὶ ἔγωγε φαίην ἄν, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, κρεῖττον ὑμῶν ἀπαλλάττειν τοὺς ἐν Φρυγίᾳ μέσῃ δουλεύοντας ἢ τοὺς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ.
114
τὸ γὰρ ἀγνοούμενον καὶ μὴ δοκοῦντα μηδενὸς ἄξιον ποιεῖν ὁτιοῦν ἔλαττον αἰσχρόν· τὸ δὲ οὕτως ὄντας ἐπισήμους καὶ θαυμαζομένους παρὰ πᾶσιν ἀνάγκην ἔχειν ὥσπερ τοὺς ἀγεννεῖς κύνας σαίνειν τὸν παριόντα δεινόν. φέρε τοίνυν, εἰ δὲ καὶ πάντας δέοι τιμᾶν οὕτως καὶ τὴν ἐσχάτηνἀπορίαν θείη τις εἶναι περὶ τὴν πόλιν, πόσῳ κρεῖττον αὐτὸ τὸ ψήφισμα προσπέμψαι τὸ τῆς εἰκόνος, ἵνʼ ἐὰν βούληται, στήσῃ παρʼ ἑαυτοῦ;
115
νὴ Δίʼ, ἀλλʼ αἰσχρόν, εἰ τοσαύτην στενοχωρίαν ὁμολογήσομεν, καὶ Ῥοδίων οὐκ ἄξιον. καὶ τίς οὐκ ἂν εὖ φρονῶν ἕλοιτο πένης δοκεῖν μᾶλλον ἢ πονηρός; ἢ τὸ νυνὶ γιγνόμενον ἧττονὑμῖν δοκεῖ τινος αἰσχρὸν εἶναι, τὸ τοὺς ἀνδριάντας ὑμῶν δύνασθαί τινα διηγεῖσθαι, καθάπερ τὰς οἰκίας, ὅτι πρότερον μὲν ἦν αὕτη τοῦ δεῖνος, νῦν δὲ τοῦ δεῖνος γέγονεν, ἂν δʼ οὗτος τελευτήσῃ, πάλιν ἔσται τοῦ κληρονομήσαντος ἢ τοῦ πριαμένου; καίτοι τὴν εἰκόνα οὐκ ἔστιν οὐδενὶ δικαίῳ μεταθεῖναι, καθάπερ τὴν οἰκίαν.