122
καὶ τὸν εἰπόντα περὶ τούτου φιλόσοφον καὶ νουθετήσαντα αὐτοὺς οὐκ ἀπεδέξαντο οὐδὲ ἐπῄνεσαν, ἀλλʼ οὕτως ἐδυσχέραναν, ὥστε ἐκεῖνον ὄντα μὲν γένει Ῥωμαίων μηδενὸς ὕστερον, δόξαν δὲ τηλικαύτην ἔχοντα ἡλίκης οὐδεὶς ἐκ πάνυ πολλοῦ τετύχηκεν, ὁμολογούμενον δὲ μόνον μάλιστα μετὰ τοὺς ἀρχαίους ἀκολούθως βεβιωκέναι τοῖς λόγοις, καταλιπεῖν τὴν πόλιν καὶ μᾶλλον ἑλέσθαι διατρίβειν ἀλλαχόσε τῆς Ἑλλάδος. ἀλλʼ οὐκ ἂν ὑμεῖς, ἄνδρες Ῥόδιοι, τοιοῦτον οὐθὲν ὑπομείναιτε, παρʼ οἷς νόμος ἐστὶ τὸν δημόσιον μηδέποτε εἰσελθεῖν εἰς τὴν πόλιν.
123
τίνος οὖν ἕνεκα ἐπεμνήσθην; οὐ μὰ τὸν Δία λοιδορῆσαι βουλόμενος τοὺς Ἀθηναίους· τοὐναντίον γὰρ πᾶσιν ἐλεεῖν αὐτοὺς ἐπέρχεται τοῖς μετρίοις· ἀλλʼ ὅπως εἰδῆθʼ ὅτι λοιπὸν ὑμῖν οὐ πρὸς ἐκείνους ἐστὶν ὁ λόγος, ἀλλὰ πρὸς ὑμᾶς αὐτοὺς καὶ τῶν ἄλλων εἴ τις σωφρονεῖ. καίτοι πάντα ὅσα ἂν εἴποι τις κατὰ Ἀθηναίων ἢ κατὰ Λακεδαιμονίων ἢ καθʼ ὧν δήποτε, παρʼ οἷς ἄλλα τινὰ φαύλως ἔχει καὶ σφόδρα ὀλιγώρως, ἐμοὶ συναγωνιεῖται· τὸ γὰρ τῶν εἰκόνων οὐκ ἔστι παρʼ αὐτοῖς ἰδεῖν οὕτω γιγνόμενον· ὥσθʼ ὅ γε μηδὲ παρʼ ἐκείνοις ἁμαρτάνεται τοῖς ἐσχάτως ἀπολωλόσι τῶς οὐκ ἂν ὑπερβολήν τινα ἔχοι τῆς ἀτοπίας;
124
ἔτι δὲ μᾶλλον αὐτὰ τὰ περὶ τὰς τιμὰς παρατεθέντα ἀποδείκνυσι τοῦτο. εἰ γὰρ τὸ τῶν νῦν τινα παραστῆσαι τῶν ἀρχαίων τινὶ δοκεῖ δεινόν, πόσῳ δεινότερον τὸ οὕτως ἀφελέσθαι τινὰ ἐκείνων τῆς τιμῆς, ὥστε ἑτέρῳ δοῦναι; καὶ εἰ τὸ ὄνομα ἐπιγράψαι τινὸς ἄλλῳ τῳ πολὺ ἐλάττονι τηλικαύτην κατάγνωσιν φέρει, τὸ ἐξαλεῖψαι καὶ ἀνελεῖν τὸ τοῦ κρείττονος, ἐὰν οὕτω τύχῃ, ποῖόν τι φαίνεσθαι νομίζετε; καὶ μὴν εἴ τις ὑμᾶς Καυνίοις ἢ Μυνδίοις ὁμοίους εἶναι λέγοι, σφόδρα ὀργιεῖσθε καὶ βλασφημεῖν αὐτὸν ἡγήσεσθε κατὰ τῆς πόλεως· πῶς ἂν οὖν ἔθʼ ὑμῖν ἀπολογίαν τινὰ φέροι περί τινος τῶν παρʼ ὑμῖν τὸ καὶ παρʼ ἐκείνοις αὐτὸ γίγνεσθαι;