125
καθάπερ εἰ καὶ τὰ τείχη τις οἴοιτο δεῖν λῦσαι τὰ παρʼ ὑμῖν ἢ καὶ καταπίπτοντα ἐᾶν, ὅτι καὶ παρʼ ἑτέροις πέπτωκε, μᾶλλον δὲ πᾶσι τοῖς ἄλλοις σχεδόν. καίτοι τὰ μὲν τείχη διὰ τὴν εἰρήνην καὶ τὴν δουλείαν ἐᾶται παρʼ αὐτοῖς, ὧν τὸ μὲν ἅπαντες εὔχονται, τὴν εἰρήνην, τὸ δὲ λοιπὸν οὐκ ἔστι κακίας σημεῖον· τὸ δὲ τοῖς παλαιοῖς τῶν εὐεργετῶν οὕτω προσφέρεσθαι δι’ ἀχαριστίαν γίγνεται. φαίην δʼ ἂν ἔγωγε παρὰ τούτοις μηδὲ εὐεργέτας ἀδικεῖσθαι. τίς γὰρ παρὰ Καυνίοις γέγονε γενναῖος ἀνήρ; ἢ τίς πώποτε ἐκείνους ἀγαθόν τι πεποίηκεν; οἵ γε δουλεύουσιν οὐχ ὑμῖν μόνοις, ἀλλὰ καὶ Ῥωμαίοις, διʼ ὑπερβολὴν ἀνοίας καὶ μοχθηρίας διπλῆν αὑτοῖς τὴν δουλείαν κατασκευάσαντες.ταῦτα δὲ καὶ περὶ ἄλλων τις ἂν εἴποι τῶν ὁμοδόξων.
126
ἐγὼ δὲ καὶ καθόλου τοὺς τηλικοῦτον ἐφʼ αὑτοῖς φρονοῦντας ἡλίκον ὑμεῖς δικαίως οὐ πρὸς ἑτέρους ἀποβλέπειν οἴομαι δεῖν ἐν οἷς πράττουσιν, ἄλλως τε τοὺς τοσοῦτον χείρονας, ἀλλὰ πρὸς τὴνἑαυτῶν δόξαν καὶ τὸ τῆς πόλεως ἀξίωμα. γελοῖον γὰρ ἂν ἦν, εἰ τῶν ὑμετέρων τις πολιτῶν, Δωριεὺς ἐκεῖνος ἢ Λεωνίδας, οὓς τοσαυτάκις φασὶν Ὀλυμπίασι νικῆσαι, πρὸς ἄλλον τινὰ ὁρῶν ἐγυμνάζετο, καὶ ταῦτά γε μηδέποτε στεφανωθέντα. τοῖς μέντοι Λακεδαιμονίοις ἢ τοῖς Ἀθηναίοις εἰ βούλεσθε ἀντεξετάζεσθαι, συγχωρῶτοῖς τότε οὖσιν, ὅτε αὐτοῖς εἰκότως ἄν τις τῶν ὁμοίων ὑμῖν συνεκρίνετο.
127
καὶ γὰρ τὸν ἀθλητὴν τὸν φιλοτιμούμενον ἔτι καὶ μηδέπω παραχωροῦντα τῆς ἰσχύος οὐ τοὺς νοσοῦντας εὔλογόν ἐστι προκαλεῖσθαι τῶν καθʼ αὑτὸν ἐνδόξων οὐδὲ τοὺς τεθνεῶτας, ἀλλʼ εἰ μὲν εἶέν τινες ἐρρωμένοι, πρὸς ἐκείνους ἀγωνίζεσθαι περὶ τῆσνίκης· εἰ δὲ μή, τοιοῦτόν τι πρᾶξαι ζητεῖν, ὃ μηδενὸς αὐτὸν ἀσθενέστερον δείξει τῶν πρότερον. ὁ μὲν οὖν ὑγιὴς οὗτός ἐστι περὶ τῶν τοιούτων λόγος. εἰ δὲ ἄρα παρεῖναί τι δεῖ, μήτε πρὸς τοὺς τότε, οἳ ἦσαν κράτιστοι, παραβάλλοντες ἐξετάζετε τὸ πρᾶγμα, μήτε πρὸς τοὺς νῦν, οἳ μηδενὸς τῶν φαυλοτάτων διαφέρουσιν, ἀλλὰ πρὸς τοὺς μέσους αὐτῶν ἢ καὶ τοὺς ἔτι τούτων ἐλάττονας