137
τῷ παντὶ δὲ τοῦτο τοῖς πάσχουσι βαρύτερον. εἰ τοίνυν ἐφʼ ὧν μάλιστα ἀναγκαῖόν ἐστιν, ἐπὶ τούτων βούλοιτό τις ἰδεῖν, τίνας ἀδικεῖ τοῦτο τὸ ἔθος καὶτίνας ἔμελλε λυπήσειν ἐκεῖνος ὁ νόμος, ἀφελὼν τοὺς μὴ μόνον ἔχοντας ἀτέλειαν, ἀλλὰ καὶ τῆς εἰκόνος τετυχηκότας, οὕτω σκοπείτω τοὺς λοιποὺς ἑκατέρων. οὗτοι μὲν γὰρ τρόπον τινὰ οὐδὲ ἔπασχον οὐδέν· ὃ γὰρ εἰλήφεσαν ἐν προσθήκης μέρει, τοῦτο ἀπώλλυον, τῆς μείζονος δωρεᾶς αὐτοῖς τηρουμένης· ἐπὶ δὲ τῶν ἄλλων ἴσος ἂν γένοιτο ὁ λόγος. ἀλλʼ ἔστι μὲν δῆλον καὶ αὐτόθεν οἶμαι τὸ πρᾶγμα· ὅσῳ γὰρ τὸ τῆς εἰκόνος μεῖζον ἢ τὸ τῆς ἀτελείας, τοσούτῳ κρείττονες οἱ τούτου τυχόντες· ἔτι δʼ ἂν οὕτω γένοιτό γε ὁ λόγος φανερώτερος·
138
ἡ μὲν γὰρ ἀτέλεια τοὺς λαβόντας εὐπορωτέρους ποιεῖ, καὶ οὗτοι μάλιστα ἐπιθυμοῦσιν αὐτῆς οἵτινες ἂν ὦσι περὶ χρήματα ἐσπουδακότες· ἡ δὲ εἰκὼν τὸ σεμνὸν μόνον ἔχει καὶ τὸ τῆς τιμῆς. ὅσῳ δὴ πάντες εἴποιμεν ἂν κρείττους τοὺς προῖκα καὶ δόξης μᾶλλον ἕνεκεν αἱρουμένους εὖ τινας ποιεῖν τῶν ἐπʼ ἀργυρίῳ καὶ διὰ κέρδος, τοσούτῳ φαίην ἂν ἔγωγε οὐ μόνον ἀμείνους ἀνθρώπους ἀδικεῖν τοῦτο τὸ ἔθος, ἀλλὰ καὶ ὑπὸ βελτιόνων ὑμᾶς κωλύειν εὖ πάσχειν ἤπερ ἐκείνους ὁ νόμος.
139
ἀλλʼ ἔγωγε ἀπορῶ τί δήποτε οὐχὶ καὶ νόμον τίθεσθε ἐπὶ τούτῳ καθʼ ὃν ἔσται τὸ λοιπόν, εἴπερ ὑμῖν ἀρέσκει. νὴ Δίʼ, αἰσχύνην γὰρ οὐ μικρὰν ἔχει νόμος τοιοῦτος ἐν τῇ πόλει κείμενος. εἶτα ὃ γράφειν αἰσχρὸν ἡγεῖσθε, τοῦτο ποιεῖν οὐκ αἰσχρόν ἐστι; καὶ πόσῳ κρεῖττον μὴ χρῆσθαί τισι τῶν φαύλως γεγραμμένων ἢ ποιεῖν; ἢ ποτέρους ἂν εἴποιτε βελτίους, τοὺς οὕτως ἔχοντας πρὸς τὰ ἄτοπα, ὥστε ἀπέχεσθαι καὶ δεδομένων, ἢ τοὺς οὐ συγκεχωρημένα πράττοντας;
140
ἀλλʼ ἔγωγε φαίην ἄν, ὁμολογουμένου τοῦ μηδαμῶς δεῖν μηδὲν ἄδικον πράττειν μηδὲ ἀπρεπές, παρʼ οἷς ἂν νόμῳ γίγνηται τὸ τοιοῦτον, ἥττονα ἂν ἔχειν κατηγορίαν ἢ παρʼ οἷς ἂν κατὰ ἔθος. πρῶτον μὲν γὰρ ὁ νόμος ῥητός ἐστι, καὶ οὐκ ἄν ποτε γένοιτο χείρων· οὐ γὰρ ἔστιν οὔτε ἀφελεῖν οὔτε προσθεῖναι τοῖς γεγραμμένοις· τὸ δέ γε ἔθος, ἂν ᾖ φαῦλον, ἀνάγκη καὶ φαυλότερον ἀεὶ γίγνεσθαι τῷ μὴ κατειλῆφθαι μηδὲ ὡρίσθαι.