141
λέγω δʼ οἷον εὐθὺς τοῦτό φασι τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν συντετριμμένων καὶ οὐδὲ ἐφεστώτων ἔτι ταῖς βάσεσι· τούτοις γὰρ ἀποχρῆσθαι τοὺς στρατηγοὺς ἐπισκευάζοντας καὶ τρόπον τινὰ ἐξ ἀρχῆς ποιοῦντας ἑτέρους, εἶθʼ, ὅπερ λοιπόν, τοὺς ὑγιεῖς μέν, οὐκ ἔχοντας δὲ ἐπιγραφάς, ἐπιγράφεσθαι· καὶ τὸ λοιπὸν ἤδη καὶ τῶν ἐπιγεγραμμένων τινὰς τῶν σφόδρα παλαιῶν· ἔστω γὰρ ὃ λέγουσιν ἀληθές· εἰς ὕστερον ἀνάγκη μηδεμίαν εἶναι διάκρισιν· καὶ γὰρ ἐπὶ τῶν ἄλλων οὕτως ἔχει, δαπάνης, ἀκοσμίας, τρυφῆς·
142
οὐδέποτε τῶν χειρόνωνἐθῶν οὐθὲν εὑρήσετε ἱστάμενον οὐδὲ διαμένον, ἕως ἂν παντάπασι κωλυθῇ. διὰ γὰρ τὸ δέχεσθαι πρόσθεσιν ἀεὶ καὶ τὸ παρὰ μικρὸν ἀνεξέλεγκτον εἶναι καὶ μηδενὶ φαίνεσθαι ῥᾳδίως, ὅσῳ τοῦτο ἐκείνου κάκιον, ἐπὶ πᾶν πρόεισιν, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τινα καὶ τῶν νοσημάτων ὅσα ἐξ ἅπαντος αὔξεσθαι φύσιν ἔχει. πρὸστούτῳ δὲ κἀκεῖνό ἐστιν· οἱ μὲν νόμῳ τι πράττοντες πονηρὸν οὐχ ὡς τοιοῦτον αὐτὸ πράττουσιν, ἀλλὰ ἐξηπατημένοι· τοὺς δὲ ἔθει φαῦλα ποιοῦντας ἅπαντες ἂν φαῖεν εἰδότας ἁμαρτάνειν, ἅ γε μηδʼ αὐτοῖς ἐπιτήδεια εἶναι γεγράφθαι δοκεῖ.
143
μὴ τοίνυν εἰ πρότερον ἤρξατο καὶ χρόνος πλέων γέγονε, διὰ τοῦτο ἔλαττον ὑμῖν νομίζετε προσήκειναὐτὸ ἀνελεῖν· οὐδὲν γὰρ ἥττονα αἰσχύνην ὄφλουσιν οἱ φυλάττοντες τὰ τοιαῦτα τῶν παραδεξαμένων, ἀλλὰ τοὐναντίον μᾶλλον ὑπόκεινται τοῖς βουλομένοις αἰτιᾶσθαι. τὸ μέν γε πρῶτον γιγνόμενον οὐδὲ λαθεῖν ἀδύνατον τοὺς τότε, καὶ ταῦτα φυλαττομένων ἔτι τῶν ποιούντων· τὸ δὲ ἐκ πολλοῦ συμβαῖνον ἀνάγκη μηδένα ἀγνοεῖν, ἄλλως τε παντελῶς ἀνῃρημένης ὑμῖν τῆς προφάσεως ταύτης, οἵ γε περὶ αὐτοῦ τούτου κάθησθε κρίνοντες. ὥσπερ οὖν εἰ ἄρξασθαί τινος ἔδει τῶν καλῶν ὑμᾶς, οὐκ ἂν ὠκνεῖτε διὰ τοῦτο, ὁμοίως εὐλόγως ἔχει, κἂν λῦσαί τι τῶν φαύλων δέῃ.