152
καὶ μὴν εἴ τις ὑμῶν πύθοιτο, εἰ καὶ δόξει γελοιότερον, τί δήποτε οὔθʼ ὑμεῖς οὔτʼ ἄλλος οὐθεὶς πηλίνους ποιεῖσθε τὰς εἰκόνας τῶν κριθέντων ἀξίων εἶναι τῆς δωρεᾶς ταύτης, εὐχερέστερον δήπουθεν ὂν καὶ μηδεμίαν ἤ παντελῶς μικρὰν δαπάνην ἔχον· φαίητʼ ἂν οἶμαι· οὐ διὰ τὸ μὴ ὑβρίζεσθαι ἀλλὰ καὶ διὰ τὸ διαμένειν, εἰ δυνατόν, εἰς ἀεὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν. νῦν τοίνυν ἐπίστασθε τοὺς ἀνδριάντας ὑμῖν ἅπαντας κηρίνων ὄντας ἀσθενεστέρους. οὐ γὰρ εἰ τὸν ἥλιον φέρουσι, τοῦτο δεῖ σκοπεῖν. ὑπὸ γὰρ τῆς κολακείας τῆς πρὸς ἑτέρους διαφθείρονται, κἂν τῷ δεῖνι δόξῃ καὶ τῷ δεῖνι διʼ ἡνδήποτʼ αἰτίαν, οὐκέτʼ εἰσὶν οἱ πρότερον. πολὺ δὲ χείρων ἡ τοιαύτη διαφθορά.
153
τότε μὲν γὰρ ἠλέγχετʼ ἂν ἡ τῆς ὕλης ἀσθένεια, νυνὶ δὲ ἡ κακία τῆς πόλεως φαίνεσθαι δοκεῖ. τοιγαροῦν ὁμοίως δίδοτε τοὺς ἀνδριάντας, ὥσπερ οἱ τὰς κόρας ταύτας ὠνούμενοι τοῖς παισίν. καὶ γὰρ ἐκεῖνοι διδόασιν οὕτως, ὥστε μηδὲν λυπεῖσθαι μετʼ ὀλίγον συντριβέντων. ἆρα ἀγνοεῖτε τὴν προσοῦσαν αἰσχύνην τῷ πράγματι καὶ πόσον γέλωτα ὄφλετε δημοσίᾳ ψευδόμενοι, καὶ ταῦτα φανερῶς οὕτως;
154
ἐν γοῦν τοῖς ψηφίσμασι γράφετε, στῆσαι δὲ εἰκόνα τοῦ δεῖνος. πῶς, εἴποι τις ἂν ὑμῖν, ἄνδρες Ῥόδιοι, στῆσαι γράφετε τὴν ἑστῶσαν, ἐὰν οὕτω τύχῃ, πρὸ πεντακοσίων ἐτῶν;εἶτα τῶν μὲν γυναικῶν τὰς ὑποβαλλομένας παιδία πονηρὰς κρίνετε καὶ δεινόν τι ποιεῖν ἡγεῖσθε καταψευδομένας· αὐτοὶ δὲ οὐκ αἰσχύνεσθε τοῦτο ποιοῦντες ἐπὶ τῶν εἰκόνων, καὶ τοὺς ἀνδριάντας, ὧν οὐκ εἰσί, τούτων εἶναι λέγοντες, καὶ ταῦτα οὐκ ὄντες ἀνήκοοι τῶν κατὰ τῆς πόλεως σκωμμάτων;
155
φασὶ γοῦν πολλοὶ τοὺς Ῥοδίων ἀνδριάντας ὁμοίους εἶναι τοῖς ὑποκριταῖς. ὥσπερ γὰρ ἐκείνων ἕκαστον ἄλλοτε ἄλλον εἰσιέναι, καὶ τοὺς ἀνδριάντας ὑμῖν ἄλλοτε ἄλλα λαμβάνειν πρόσωπα καὶ μικροῦ δεῖν ὑποκρινομένους ἑστάναι. τὸν γὰρ αὐτὸν νῦν μὲν εἶναι Ἕλληνα, νῦν δὲ Ῥωμαῖον, πάλιν δʼ, ἂν οὕτω τύχῃ, Μακεδόνα ἢ Πέρσην· καὶ ταῦτʼ ἐπʼ ἐνίων οὕτως ὥστε τὸν ἰδόντα εὐθὺς εἰδέναι. καὶ γὰρ ἐσθὴς καὶ ὑπόδεσις καὶ τοιαῦθʼ ἕτερα τὸ ψεῦσμα ἐλέγχει.