159
ὥσπερ οὖν οἰκίας ἠρημωμένης εὐδαίμονος καὶ μεγάλης, ὅταν εἷς ἔτι λοιπὸς ᾖ διάδοχος, ἐν ἐκείνῳπάντα ἐστί, κἂν οὗτος ἁμαρτάνῃ τι καὶ ἀκούῃ κακῶς, τὴν ὅλην δόξαν ἀφανίζει τῆς οἰκίας καὶ πάντας καταισχύνει τοὺς πρότερον· οὕτως τὰ ὑμέτερα νῦν ἔχει πρὸς τὴν Ἑλλάδα. μὴ γὰρ οἴεσθε πρωτεύειν αὐτῆς, ἄνδρες Ῥόδιοι, μὴ οἴεσθε. τῶν γὰρ ζώντων ἔτι καὶ τῶν αἰσθανομένων τιμῆς ἢ ἀδοξίας ἔστι πρώτους εἶναι. τὰ δὲ ἐκείνης οἴχεται καὶ πάντα τρόπον αἰσχρῶς καὶ ἐλεεινῶς διέφθαρται· καὶ οὐδὲ ἐπινοῆσαι λοιπὸν ἔστι τὴν ὑπεροχὴν καὶ τὴν λαμπρότητα τῶν πόλεων εἴς γε τοὺς ἄνδρας ὁρῶντα.
160
ἀλλʼ οἱ λίθοι μᾶλλον ἐμφαίνουσι τὴν σεμνότητα καὶ τὸ μέγεθος τῆς Ἑλλάδος καὶ τὰ ἐρείπια τῶν οἰκοδομημάτων· ἐπεὶ αὐτούς γε τοὺς ἐνοικοῦντας καὶ τοὺς πολιτευομένους οὐκ ἂν εἴποι τις οὐδὲ Μυσῶν ἀπογόνους· ὥστε ἔμοιγε δοκοῦσι τῶν οὕτως οἰκουμένων αἱ τελέως ἀνῃρημέναι πόλεις κρεῖττον ἀπαλλάττειν. ὑγιὴς γὰρ ἡ τούτων μνήμη μένει, καὶ τὸ ὄνομα διʼ οὐθὲν ὑβρίζεται τῶν πρότερον καλῶν· ὥσπερ οἶμαι καὶ τῶν τεθνεώτων τῷ παντὶ βέλτιον τὰ σώματα ἀνῃρῆσθαι καὶ μηδένα ὁρᾶν ἢ φαίνεσθαι σηπόμενα.
161
καὶ ταῦτα μὲν ἴσως πλείω τῶν εἰκότων ἐπῆλθέ μοι μνησθέντι τῆς ὅλης καταστάσεως. ἐκεῖνο δʼ ὑμῖν ἐβουλόμην ποιῆσαι φανερόν, ὅτι μόνοι καταλείπεσθε τῶν Ἑλλήνων, οἷς ἂν καὶ παραινέσαι τις καὶ περὶ ὧν ἔστιν ἔτι λυπηθῆναι δοκούντων ἁμαρτάνειν. εἰκότως ἂν οὖν πρόσχοιτε αὑτοῖς καὶ πάντα τὰ τοιαῦτα ἐξετάζοιτε ἀκριβέστερον τῶν προγόνων. ἐκείνοις μὲν γὰρ ἐν πολλοῖς ὑπῆρχεν ἑτέροις ἡ τῆς ἀρετῆς ἐπίδειξις, ἐν τῷ προεστάναι τῶν ἄλλων, ἐν τῷ βοηθεῖν τοῖς ἀδικουμένοις, ἐν τῷ συμμάχους κτᾶσθαι, πόλεις οἰκίζειν, νικᾶν πολεμοῦντας·