10
τῶν δὲ εἰς ὑμᾶς παρϊόντων ὡς πεπαιδευμένων οἱ μὲν ἐπιδεικτικοὺς λόγους καὶ τοὺς ἀμαθεῖς, οἱ δὲ ποιήματα συνθέντες ᾅδουσιν, ὡς πάνυ φιλῳδῶν ὑμῶν κατεγνωκότες. οὗτοι δʼ εἰ μέν εἰσι ποιηταὶ καὶ ῥήτορες, οὐδὲν ἴσως δεινόν· εἰ δʼ ὡς φιλόσοφοι ταῦτα πράττουσι κέρδους ἕνεκεν καὶ δόξης τῆς ἑαυτῶν, οὐ τῆς ὑμετέρας ὠφελείας, τοῦτο δʼ ἤδη δεινόν. ὅμοιον γὰρ ὥσπερ εἴ τις ἰατρὸς ἐπὶ κάμνοντας ἀνθρώπους εἰσιὼν τῆς μὲν σωτηρίας αὐτῶν καὶ τῆς θεραπείας ἀμελήσειε, στεφάνους δὲ καὶ ἑταίρας καὶ μύρον αὐτοῖς εἰσφέροι.
11
τινὲς δὲ ὀλίγοι παρρησίαν ἀγηόχασι πρὸς ὑμᾶς, καὶ ταύτην ἐνδεῶς, οὐδʼ ὡς ἐμπλῆσαι τὰς ἀκοὰς ὑμῶν οὐδʼ ὥστε διατελέσαι λέγοντες, ἀλλὰ ἓν ἢ δύο ῥήματα εἰπόντες, καὶ λοιδορήσαντες μᾶλλον ἢ διδάξαντες ὑμᾶς, κατὰ σπουδὴν ἀπίασιν, εὐλαβούμενοι μὴ μεταξὺ θορυβήσητε καὶ παραπέμψητε αὐτούς, ὥσπερ οἱ χειμῶνος ἀποτολμῶντες εἰς τὴν θάλατταν βραχύν τινα καὶ σύντομον πλοῦν. ἄνδρα δὲ λαβεῖν καθαρῶς καὶ ἀδόλως παρρησιαζόμενον, καὶ μήτεδόξης χάριν μήτʼ ἐπʼ ἀργυρίῳ προσποιούμενον, ἀλλʼ ἐπὶ εὐνοίᾳ καὶ κηδεμονίᾳ τῶν ἄλλων ἕτοιμον, εἰ δέοι, καὶ καταγελᾶσθαι, καὶ ἀταξίαν πλήθους ἐνεγκεῖν καὶ θόρυβον, οὐ ῥᾴδιον, ἀλλὰ καὶ πάνυ ὐτυχοῦς πόλεως, ἐν τοσαύτῃ σπάνει γενναίων καὶ ἐλευθέρων ἀνδρῶν, ἀφθονίᾳ δὲ κολάκων καὶ γοήτων καὶ σοφιστῶν.
12
ἐγὼ μὲν γὰρ οὐκ ἀπʼ ἐμαυτοῦ μοι δοκῶ προελέσθαι τοῦτο, ἀλλʼ ὑπὸ δαιμονίου τινὸς γνώμης. ὧν γὰρ οἱ θεοὶ προνοοῦσιν, ἐκείνοις παρασκευάζουσι καὶ συμβούλους ἀγαθοὺς αὐτομάτους καὶ λόγους ἐπιτηδείους καὶ ξυμφέροντας εἰρῆσθαι. καὶ τοῦτο ἥκιστα ὑμᾶς ἀπιστεῖν χρή, παρʼ οἷς μάλιστα μὲν τιμᾶται τὸ δαιμόνιον,μάλιστα δὲ αὐτὸ δείκνυσι τὴν αὑτοῦ δύναμιν καὶ μόνον οὐ καθʼ ἑκάστην ἡμέραν διά τε χρησμῶν καὶ διʼ ὀνειράτων. μὴ οὖν οἴεσθε κοιμωμένων μόνον ἐπιμελεῖσθαι τὸν θεόν, καὶ κατʼ ἰδίαν ἑκάστῳ μηνύοντα τὸ συμφέρον, ἐγρηγορότων δὲ ἀμελεῖν καὶ κοινῇ καὶ ἀθρόοις μηδὲν ἂν δεῖξαι τῶν χρησίμων. πολλάκις γὰρ ἤδη καὶ ὕπαρ ὤνησε καὶ μεθʼ ἡμέραν ἐναργῶς προεῖπεν.