17
συμβαίνει δὲ τοὺς κακίστους καὶ ἀτυχεστάτους ὡς πορρωτάτω φεύγειν ἀπὸ τοῦ λόγου καὶ μὴ ἐθέλειν ἀκούειν, μηδʼ ἂν βιάζηταί τις, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τὰ δυσχερῆ λίαν οὐκ ἐᾷ προσάψασθαι, καὶ τοῦτο αὐτὸ σημεῖόν ἐστι τοῦ πάνυ πονήρως αὐτὰ ἔχειν. οἱ δὲ τοιοῦτοι παρʼ ἑτέρους ἴασιν ἰατροὺς οὐχ ἑκόντες ἰσχυροτέρους. διττὴ γὰρ θεραπεία κακίας καὶ πρόνοια, καθάπερ τῶν ἄλλων νόσων· ἡ μὲν ἐοικυῖα διαίτῃ καὶ φαρμάκοις, ἡ δὲ καύσει καὶ τομῇ, προσήκουσα μᾶλλον ἄρχουσι καὶ νόμοις καὶ δικασταῖς, οἳ τὸ περιττὸν δὴ καὶ ἀνίατον ἐξαιροῦσι. βελτίους δέ εἰσιν οἱ μὴ ῥᾳδίως αὐτὸ πράττοντες.
18
τὴν δὲ ἑτέραν ἐπιμέλειαν ἔργον εἶναί φημι τῶν δυναμένων διὰ πειθοῦς καὶ λόγου ψυχὰς πραΰνειν καὶ μαλάττειν. οὗτοι δὲ σωτῆρές εἰσι καὶ φύλακες τῶν οἵων τε σώζεσθαι, πρὶν ἐλθεῖν εἰς τέλος τὴν πονηρίαν εἴργοντες καὶ κατέχοντες. δεῖ μὲν οὖν ἑκατέρων ταῖς πόλεσι, πολὺ δὲ ἐπιεικεστέρων τῶν ἐν ταῖς ἐξουσίαις. κολάζειν μὲν γὰρ προσήκει φειδόμενον,διδάσκειν δὲ μὴ φειδόμενον· καὶ χρηστοῦ μέν ἐστιν ἡγεμόνος συγγνώμη, φιλοσόφου δὲ κακοῦ μὴ πικρὸν εἶναι. τὸ μὲν γὰρ τῆς τιμωρίας σκληρὸν ἀπόλλυσι, τὸ δὲ τοῦ λόγου πικρὸν σῴζειν πέφυκε.
19
κινδυνεύει μέντοι πολλή τις εἶναι σπάνις ὑμῖν τῶν τὸ ὕστερον ἐπισταμένων. οὔτε γὰρ χρήματα αὐτοῖς οὔτε δύναμισπεριγίγνεται διὰ τούτου, ἀλλʼ ἀπέχθεια μᾶλλον καὶ λοιδορία καὶ προπηλακισμός· ὧν ἴσως οὐκ ἔδει φροντίζειν· τοιγαροῦν διὰ τὴν ἐκείνων ἀναχώρησιν καὶ σιωπὴν ἐρίδων ὑμῖν φύεται πλῆθος καὶ δικῶν καὶ βοὴ τραχεῖα καὶ γλῶτται βλαβεραὶ καὶ ἀκόλαστοι, κατήγοροι, συκοφαντήματα, γραφαί, ῥητόρων ὄχλος, καθάπερ οἶμαιδι’ ἔνδειαν ἰατρῶν ἢ δι᾽ ἀπειρίαν πλείους οἱ θάπτοντες γίγνονται.