34
καὶ μὴν περί γε τῶν ἄλλωντὸ μὲν πάντα ἐπεξελθεῖν, καὶ ταῦτα ἐν ἡμέρᾳ μιᾷ, καὶ τελέως ὑμᾶς ἀναγκάσαι καταγνῶναι τῆς κακίας καὶ τῶν ἁμαρτημάτων οὐ δυνατόν· οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν, φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη· εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι, Διὸς αἰγιόχοιο θυγατέρες, μνησαίαθʼ ὅση κακότης παρὰ πᾶσιν, οὐχ ὑμῖν μόνοις. αὐτὸ δὲ τοῦτο περὶ οὗ λέγειν ἠρξάμην, ὁρᾶτε ἡλίκον ἐστίν.
35
ὅπως μὲν γὰρ ἑστιᾶσθε καθʼ ἑαυτοὺς ἢ κοιμᾶσθε ἢ διοικεῖτε τὴν οἰκίαν ἕκαστος οὐ πάνυ δῆλός ἐστιν· ὅπως μέντοι θεωρεῖτε καὶ ποῖοί τινες ἐνθάδε ἐστὲ ἅπαντες Ἕλληνες καὶ βάρβαροι ἴσασιν. ἡ γὰρ πόλις ὑμῶν τῷ μεγέθει καὶ τῷ τόπῳ πλεῖστον ὅσον διαφέρει καὶ περιφανῶς ἀποδέδεικται δευτέρα τῶν ὑπὸ τὸν ἥλιον.
36
ἥ τε γὰρ Αἴγυπτος ὑμῶν, τηλικοῦτον ἔθνος, σῶμα τῆς πόλεώς ἐστι, μᾶλλον δὲ προσθήκη, τοῦ τε ποταμοῦ τὸ ἴδιον τῆς φύσεως καὶ παρὰ τοὺς ἄλλους ἅπαντας λόγου μεῖζον, τό τε θαυμαστὸν αὐτοῦ καὶ τὸ ὠφέλιμον, τήν τε θάλατταν τὴν καθʼ ἡμᾶς ἅπασαν ἐκδέχεσθε, κάλλει τε λιμένων καὶ μεγέθει στόλου καὶ τῶν πανταχοῦ γιγνομένων ἀφθονίᾳ καὶ διαθέσει, καὶ τὴν ἔξωθεν ὑπερκειμένην ἔχετε, τήν τε Ἐρυθρὰν καὶ τὴν Ἰνδικήν, ἧς πρότερον τοὔνομα ἀκοῦσαι χαλεπὸν ἦν· ὥστε τὰς ἐμπορίας οὐ νήσων οὐδὲ λιμένων οὐδὲ πορθμῶν τινων καὶ ἰσθμῶν, ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης γίγνεσθαι παρʼ ὑμῖν. κεῖται γὰρ ἐν συνδέσμῳ τινὶ τῆς ὅλης γῆς καὶ τῶν πλεῖστον ἀπῳκισμένων ἐθνῶν, ὥσπερ ἀγορὰ μιᾶς πόλεως εἰς ταὐτὸ ξυνάγουσα πάντας καὶ δεικνύουσά τε ἀλλήλοις καὶ καθʼ ὅσον οἷόν τε ὁμοφύλους ποιοῦσα.