40
ὁρῶ γὰρ ἔγωγε οὐ μόνον Ἕλληνασπαρʼ ὑμῖν οὐδʼ Ἰταλοὺς οὐδὲ ἀπὸ τῶν πλησίον Συρίας, Λιβύης, Κιλικίας, οὐδὲ τοὺς ὑπὲρ ἐκείνους Αἰθίοπας οὐδὲ Ἄραβας ἀλλὰ καὶ Βακτρίους καὶ Σκύθας καὶ Πέρσας καὶ Ἰνδῶν τινας, οἳ συνθεῶνται καὶ πάρεισιν ἑκάστοτε ὑμῖν· ὥστε ὑμεῖς μὲν ἀκούετε ἑνός, ἂν οὕτω τύχῃ, κιθαρῳδοῦ, καὶ τούτου συνήθους, ἀκούεσθεδὲ ὑπὸ μυρίων ἐθνῶν οὐκ ἐπισταμένων ὑμᾶς, καὶ ὁρᾶτε μὲν τρεῖς ἢ τέτταρας ἡνιόχους, ὁρᾶσθε δὲ ὑπὸ τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων.
41
τί οὖν οἴεσθε τούτους ἐπὶ γῆς πέρατα ἐλθόντας λέγειν; οὐχ ὡς πόλιν εἴδομεν τὰ μὲν ἄλλα θαυμαστὴν καὶ τῶν ἀνθρωπίνων θεαμάτων πάντων κρεῖττον θέαμα, κόσμῳτε ἱερῶν καὶ πλήθει πολιτῶν καὶ τῶν ἐπιτηδείων περιουσίᾳ, πάντα ἀκριβῶς διεξιόντας ὡς ἂν δύνωνται τοῖς αὑτῶν, ἃ καὶ μικρὸν ἔμπροσθεν εἶπον, τὰ τοῦ Νείλου καὶ τῆς χώρας καὶ τῆς θαλάττης καὶ τὸ μέγιστον τὴν ἐπιφάνειαν τοῦ θεοῦ· μαινομένην δὲ ὑπὸ ᾠδῆς καὶ δρόμων ἱππικῶν καὶ μηδὲν ἄξιον πράττουσαν ἐν τούτοις ἑαυτῆς; οἱ γὰρ ἄνθρωποι θύοντες μέν εἰσι μέτριοι καὶ βαδίζοντες καθʼ αὑτοὺς καὶ τἄλλα πράττοντες· ὅταν δὲ εἰς τὸ θέατρον εἰσέλθωσιν ἢ τὸ στάδιον, ὥσπερ φαρμάκων αὐτοῖς ἐκεῖ κατορωρυγμένων, οὐδὲν οἴδασι τῶν προτέρων οὐδὲ αἰσχύνονται λέγειν ἢ ποιεῖν ὅ, τι ἂν αὐτοῖς ἐπέλθῃ.
42
τὸ δὲ πάντων χαλεπώτατον, ἐσπουδακότες περὶ τὴν θέαν οὐχ ὁρῶσι καὶ ἀκούειν ἐθέλοντες οὐκ ἀκούουσι, σαφῶς ἐξεστηκότες καὶ παρανοοῦντες, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ παῖδες καὶ γύναια. ἐπειδὰν δὲ παύσηται τὸ δεινὸν καὶ διαλυθῶσι, τὸ μὲν ἀκμαιότερον ἔσβεσται τῆς ταραχῆς· ἔτι δὲ ἔν τε συνόδοις καὶ στενωποῖς μένει καὶ διʼ ὅλης τῆς πόλεως ἐπὶ συχνὰς ἡμέρας· καθάπερ ἐμπρησμοῦ μεγάλου λήξαντος ἰδεῖν ἔστι μέχρι πολλοῦ τήν τε λιγνὺν καὶ μέρη τινὰ φλεγόμενα.