43
καίτοι τάχα ἐρεῖ τις τῶν Περσῶν ἢ τῶν Βακτρίων, ὡς αὐτοὶ μὲν ἴσασιν ἱππεύειν καὶ σχεδὸν ἄριστοι δοκοῦσιν ἱππεῖς· τὸ γὰρ πρᾶγμα ὑπὲρ ἀρχῆς καὶ ἐλευθερίας ἐπιτηδεύουσιν· ἀλλʼ ὅμως οὐδὲν τοιοῦτον οὐδʼ αὖ ὅμοιον πεπόνθασιν· ὑμεῖς δὲ οὐδεπώποτε αὐτοὶ θιγόντες οὐδʼ ἐπιβάντες ἵππων οὐ δύνασθε κατέχειν αὑτοὺς, ἀλλʼ ἐστὲ ὅμοιοι χωλοῖς ὑπὲρ δρόμου ἐρίζουσιν. τοιγαροῦν δειλοὶ ὄντες καὶ ἀστράτευτοι πολλὰς ἤδη νενικήκατε ἱππομαχίας.
44
σκοπεῖτε δὲ μὴ περὶ ὑμῶν ἀληθέστερον οὗτοι λέγωσιν ἤ περὶ τῶν Ἑλλήνων Ἀνάχαρσιν τὸν Σκύθην φασὶν εἰπεῖν· ἐδόκει μὲν γὰρ εἶναι τῶν σοφῶν· ἧκε δὲ εἰς τὴν Ἑλλάδα θεασόμενος οἶμαι τά τε ἔθη καὶ τοὺς ἀνθρώπους· ἔλεγεν οὖν ὡς ἔστιν ἐν ἑκάστῃ πόλει τῶν Ἑλλήνων ἀποδεδειγμένον χωρίον, ἐν ᾧ μαίνονται καθʼ ἡμέραν, τὸ γυμνάσιον λέγων· ἐπειδὰν γὰρ ἐλθόντες ἀποδύσωνται, χρίονται φαρμάκῳ. τοῦτο δὲ ἔφη κινεῖν αὐτοῖς τὴν μανίαν. εὐθὺς γὰρ οἱ μὲν τρέχουσιν, οἱ δὲ καταβάλλουσιν ἀλλήλους, οἱ δὲ τὼ χεῖρε ἀνατείναντες μάχονται πρὸς οὐδένα ἀνθρώπων, οἱ δὲ παίονται. ταῦτα δὲ ποιήσαντες, ἀποξυσάμενοι τὸ φάρμακον αὐτίκα σωφρονοῦσι, καὶ φιλικῶς αὑτοῖς ἤδη ἔχοντες βαδίζουσι κάτω ὁρῶντες, αἰσχυνόμενοι τοῖς πεπραγμένοις.
45
ἐκεῖνος μὲν παίζων καὶ καταγελῶν οὐ φαύλου πράγματος, ὡς ἐγὼ δοκῶ, ταῦτα ἔλεγεν. περὶ δὲ ὑμῶν τί ἄν τις ἔχοι λέγειν; καὶ γὰρ ὑμεῖς ὅταν συνέλθητε, πυκτεύετε, βοᾶτε, ῥιπτεῖτε, ὀρχεῖσθε, ποίῳ χρισάμενοι φαρμάκῳ; δῆλον ὅτι τῷ τῆς ἀνοίας· ὡς οὐκ ἦν ὑμῖν ἐπιεικῶς αὐτὰ ὁρᾶν. μὴ γὰρ τοῦτό με οἴεσθε λέγειν ὡς οὐ χρὴ καὶ τὰ τοιαῦτα γίγνεσθαι ἐν ταῖς πόλεσι· χρὴ γὰρ ἴσως καὶ ἀναγκαῖόν ἐστι διὰ τὴν τῶν πολλῶν ἀσθένειαν καὶ σχολήν· ἴσως δὲ καὶ τῶν βελτιόνων εἰσὶν οἱ δεόμενοι διατριβῆς τινος καὶ παραμυθίας ἐν τῷ βίῳ· δεῖ δὲ μετὰ κόσμου καὶ σχήματος πρέποντος ἀνθρώποις ἐλευθέροις.