46
οὐ γὰρ παρὰ τοῦτο οὔτε τῶν ἵππων οὐδεὶς δραμεῖται βράδιον οὐδὲ χεῖρον ᾅσεταί τις τῶν ᾀδόντων, ἂν εὐσχημονῆτε ὑμεῖς. νυνὶ δὲ τὸ μὲν τῶν ἡνιόχων τινὰ ἐκπεσεῖν ἐκ τοῦ δίφρου δεινὸν ἡγεῖσθε καὶ συμφορὰν πασῶν μεγίστην· αὐτοὶ δὲ ἐκπίπτοντες ἐκ τοῦ κόσμου τοῦ προσήκοντος καὶ τῆς ἀξίας τῆσἑαυτῶν οὐ φροντίζετε. κἂν μὲν ὑμῖν ὁ κιθαρῳδὸς ἐκμελῶς ᾅδῃ καὶ παρὰ τὸν τόνον, συνίετε· αὐτοὶ δὲ παντελῶς ἔξω τῆς ἁρμονίας τῆς κατὰ φύσιν γιγνόμενοι καὶ σφόδρα ἀμούσως ἔχοντες οὐ διαφέρεσθε.
47
καίτοι πόσοι διὰ ταῦθʼ ὑμῶν ἀπολώλασιν; ἀδοξοῦσι μὲν γὰρ πάντες. αἱ δὲ Σειρῆνες ἄλλο τι ἐποίουν, ὡς ὁ μῦθόσφησιν, οὐκ ἀπώλλυον τοὺς σφόδρα ἡσθέντας αὐταῖς; ἀλλʼ ἐκεῖναι μὲν ἐν ἐρήμῳ ἦσαν πελάγει καὶ μακρὰν ἀπῳκισμέναι καθʼ αὑτὰς ἐπὶ σκοπέλου τινός, ὅπου μηδεὶς ῥᾳδίως παρέβαλλε· κἀκεῖ δʼ ὁ νοῦν ἔχων ἐσώθη καὶ μεθʼ ἡσυχίας ἤκουσεν. αὗται δὲ σχεδὸν ἐν μέσῳ τῆς οἰκουμένης ἐν τῇ πολυανθρωποτάτῃ πασῶν πόλει τοιαῦταἐργάζονται, μὰ Διʼ οὐ διʼ αὑτῶν τινα ἡδονὴν ἢ δύναμιν, ἀλλὰ διὰ τὴν ὑμετέραν ἀβελτερίαν. διὰ τί γὰρ ἔξω παραπλησίως ἀκούονται τοῖς ἄλλοις καὶ πολλάκις ἀηδεῖς ἔδοξαν; μὴ τὰ ὦτα ἐπαλήλιπται τῶν ἐκεῖ; τί οὖν τοῦτο δείκνυσι;
48
μὰ Δίʼ οὐ μουσικῆς ἰσχὺν οὐδʼ ὑπερβολὴν τέχνης, ἀλλʼ ἀκροατῶν κουφότητακαὶ πόλεως ἀσθένειαν. φασὶ γοῦν ἤδη τινὰς τῶν ἀπολωλότων διὰ τὴν τοιαύτην πρόφασιν νεανιεύσασθαι, μὴ παραιτουμένους τὸν θάνατον, ἀλλὰ προσλιπαροῦντας, ὅπως ἀκούσωσιν ἐπὶ πλέον. τοῦτο δʼ ἐστὶ θαυμαστὸν ἐπʼ ὀνείδει καὶ καταγέλωτι τῆς πόλεως, εἰ παρὰ μὲν τοῖς ἄλλοις ἀριστεῖς καὶ τυραννοκτόνοι μνημονεύονται, σωτηρίας ἕνεκεν τῶν πατρίδων ἐπιδιδόντες αὑτούς· παρὰ δὲ ὑμῖν ὑπὲρ χορδῆς τοῦτο πάσχουσι καὶ διʼ ἡδονὴν μικράν, μᾶλλον δὲ δόξαν κενήν.