49
οὐ γὰρ ἡδόμενοι τοσοῦτον ὅσον οἰόμενοι καὶ βουλόμενοι προΐενται σφᾶς αὐτούς. τοσαύτη δʼ ἐστὶ δυστυχία τῶν ταλαιπώρων, ὥστε ἀνδρεῖον ἡγοῦνται τὸ πάντων ἀνανδρότατον καὶ σεμνὸν τὸ αἴσχιστον. ἑλοίμην γὰρ ἂν ἔγωγε λῃστεύων ἀποθανεῖν ἢ διὰ τοιαύτην αἰτίαν. τὸ μὲν γάρ ἐστιν ἀνδρὸς πονηροῦ θάνατος, τὸ δὲ ἀνδραπόδου δυστυχοῦς. κἀκεῖνος μὲν ἀδικηθεὶς ἴσως ἐπὶ τοῦτο ἦλθεν, ὑπὲρ τοὺς νόμους ἀμύνασθαι πειρώμενος, καὶ τάχα τι καὶ γενναῖον ἐδύνατο πρᾶξαι μὴ τοιούτου τυχὼν δαίμονος· ὁδὶ δὲ κραυγῇ μόνον καὶ ἀνοίᾳ διὰ δυστυχῆ φθόγγον καὶ κακὴν ἔγκλισιν καὶ τὰς ἐκμελεῖς καμπὰς καὶ λήρους καὶ κυνισμοὺς καὶ ὀλέθρους ἀκλεῶς ἀπολλύμενος. ἔστι δὲ ὁ τοιοῦτος μυίας θάνατος. καὶ γὰρ ἐκείναις ὅ, τι ἂν γευσαμέναις γλυκὺ φανῇ, πρὸς τούτῳ διαφθείρονται. τί οὖν τοῦτο λαμπρόν, ὦ κακοδαίμονες;
50
ὑπὲρ μὲν γὰρ δικαιοσύνης καὶ ἀρετῆς καὶ πατρῴων γερῶν καὶ νόμων καὶ χρηστοῦ βασιλέως, εἰ δέοι, πονεῖν καὶ ἀποθνῄσκειν ἀγαθῆς ἐστι καὶ οὐ φιλοζῴου ψυχῆς· ὑπὲρ δὲ τῆς ψαλτρίας ἀπάγχεσθαι, καθάρματος ἀγεννοῦς καὶ ζῆν οὐκ ἀξίου, πόσης αἰσχύνης; καὶ τούτους μὲν ἐάσωμεν, ἀλλʼ ἐν αὐτῇ τῇ θέᾳ τὰ γιγνόμενα οὐκ αἰσχρὰ καὶ μεστὰ πάσης ὕβρεως, τὸ ἀνατετάσθαι καὶ ἀποβλέπειν, μόνον οὐκ ἐπὶ τοῖς χείλεσι τὰς ψυχὰς ἔχοντας, καθάπερ οἶμαι διὰ τῶν ὤτων τὴν εὐδαιμονίαν δεχομένους, σωτῆρα καὶ θεὸν καλοῦντας ἄνθρωπον ἄθλιον; πόσον τινὰ γέλωτα τοὺς θεοὺς ὑμῶν καταγελᾶν οἴεσθε, ὅταν πάλιν ἐκείνους προσκυνοῦντες ταὐτὰ προσφέρησθε καὶ διὰ τῶν αὐτῶν ἀναγκάζησθε τιμᾶν τὸ δαιμόνιον; ἀλλʼ ἔστιν εὐγνώμων ὁ θεός, ὡς θεός, οἶμαι, καὶ φέρει πρᾴως τὴν τῶν πολλῶν ἄνοιαν.
51
τοιγαροῦν ὡς παισὶν ὑμῖν παιδαγωγοὺς δέδωκε τοὺς φρονιμωτέρους τῆς πόλεως, μεθʼ ὧν καὶ θεωρεῖτε καὶ τἄλλα ἄμεινον πράττετε. ἐπεὶ πῶς ἂν ἀπείχεσθε ἀλλήλων; καίτοι ποίους τινὰς ἂν ὑμεῖς ἡγοῖσθε ἀνθρώπους, οἷς ἐλευθερία μὴ συμφέρει; νὴ Δία, τὸ γὰρπρᾶγμά ἐστι φύσει τοιοῦτον. οὐ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν ᾅδουσι καὶ νὴ Δία αὐλοῦσι καὶ τρέχουσι καὶ πάνθʼ ὅσα γίγνεται καὶ παρʼ ὑμῖν καὶ παρʼ ἑτέροις τισίν; ἀλλʼ οὐδαμοῦ τοιοῦτος ἔρως ἐστὶ τοῦ πράγματος οὐδὲ οἶστρος.