52
ἴστε Ῥοδίους ἐγγὺς οὕτως ὑμῶν ζῶντας ἐν ἐλευθερίᾳ καὶ μετὰ πάσης ἀδείας· ἀλλὰ παρʼ ἐκείνοισοὐδὲ τὸ δραμεῖν ἐν τῇ πόλει δοκεῖ μέτριον, ἀλλὰ καὶ τῶν ξένων ἐπιπλήττουσι τοῖς εἰκῇ βαδίζουσι. τοιγαροῦν εἰκότως εὐδοκιμοῦσι καὶ πάσης τιμῆς τυγχάνουσιν. αἰδούμενοι γὰρ αὑτοὺς πρῶτοι καὶ μηδὲν ἀνόητον ποιοῦντες εἰκότως οἶμαι παρά τε τῶν ἄλλων καὶ τῶν ἡγουμένων αἰδοῦς τυγχάνουσιν· ἐπεὶ καὶ τῶν ἄλλων εὑρήσομεντὰ πλεῖστα ταὐτὰ πράττοντας τοῖς ἀνοήτοις τοὺς σώφρονας, οἷον ἐσθίοντας, βαδίζοντας, παίζοντας, θεωροῦντας·
53
ἡ γὰρ φύσις ἀναγκάζει πολλῶν ὁμοίων δεῖσθαι· διαφέρουσι μέντοι περὶ ταῦτα πάντα· αὐτίκα ἑστιώμενοι πρῶτον οἱ μὲν οὔτε ἀμαθῶς οὔτε ἀπρεπῶς διάγουσιν, ἀλλʼ εὐσχημόνως ἅμα καὶ προσηνῶς, εὐωχίας,οὐ παροινίας, ἄρχοντες, φιλοφρονούμενοι τοὺς συνόντας, οὐ θρασυνόμενοι πρὸς αὐτούς· οἱ δὲ ἀπηνῶς καὶ ἀκολάστως, μετὰ βοῆς καὶ ἀταξίας ὀργιζόμενοι καὶ γελῶντες, πλεονεκτοῦντες ἀλλήλους, οὐ παρακαλοῦντες, τελευτῶντες ἀπίασι κακόν τι τοῖς συμπόταις δόντες ἢ παρʼ ἐκείνων λαβόντες· οἵαν ποτὲ γενέσθαι φασὶ Κενταύρων συνουσίαν.
54
καὶ τί δεῖ τἄλλα ἐπεξιέναι καθʼ ἕκαστον; ἀλλὰ τὸ βαδίζειν, ὃ κοινόν ἐστι καὶ ἁπλοῦν δήπουθεν, τοῦ μὲν ἐμφαίνει τὴν ἡσυχίαν τοῦ τρόπου καὶ τὸ προσέχειν ἑαυτῷ, τοῦ δὲ ταραχήν καὶ ἀναίδειαν· σπουδῇ πρόσεισι, φθέγγεται βαδίζων ἢ πεσών τινα ἔωσε, μάχεται πρὸς ἕτερον. ὁμοίως καὶ περὶ τὰς θέας οἱ μέν εἰσιν ἄπληστοι καὶ λίχνοι καὶ περὶ πάντα ὁμοίως ἐπτοημένοι τὰ τυχόντα, οἱ δὲ κοσμίως καὶ μετʼ εἰρήνης μετέχουσιν.
55
ἀλλʼ οὐχ ὑμεῖς, ἀλλʼ ἐκπεπληγμένοι κάθησθε, ἀναπηδᾶτε τῶν ὀρχηστῶν μᾶλλον, συντείνεσθε ὑπὸ τῶν ᾀσμάτων· τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἡ μέθη πρὸς ᾠδὴν τρέπει καὶ ὄρχησιν· παρʼ ὑμῖν δὲ τοὐναντίον ἐστίν. ἡ γὰρ ᾠδὴ μέθην ἐμποιεῖ καὶ παράνοιαν. οἴνου μὲν οὖν τοιαύτη φύσις, τὸ μὴ δύνασθαι σωφρονεῖν, ἀλλὰ πολλὰ δυσχερῆ πράττειν ἀναγκάζεσθαι τοὺς σκαιῶς αὐτῷ καὶ ἀμέτρως χρωμένους· ὑπὸ δὲ ᾠδῆς σφαλλομένους καὶ πολὺ κάκιον ἔχοντας τῶν παροινούντων εὐθὺς ἀπὸ τῆς ἀρχῆς, οὐχ ὥσπερ ἐν τῷ πότῳ προϊόντας, οὐκ ἔστιν ἄλλους ἰδεῖν.