59
ἱλαροί τε γὰρ ἀεὶ καὶ φιλογέλωτες καὶ φιλορχησταί· πλὴν οὐκ αὐτόματος ὑμῖν ἀναβλύει διψήσασιν ὁ οἶνος ἐκ πέτρας ποθέν τινος ἢ νάπης, οὐδὲ γάλα καὶ μέλι δύνασθε εὐχερῶς οὕτως ἔχειν ʽἄκροισιδακτύλοισι διαμῶντες χθόνἀ· ἀλλʼ οὐδὲ τὸ ὕδωρ ὑμῖν ἀφικνεῖται δεῦρο αὐτόματον οὐδὲ τὴν μᾶζαν ἔχετε ἐν ἐξουσίᾳ δήπουθεν, ἀλλὰ καὶ ταύτην ἐκ τῆς τῶν κρειττόνων χειρὸς λαμβάνετε· ὥστε ἴσως καιρὸς ἦν ὑμᾶς παύσασθαι βακχειῶν καὶ προσέχειν μᾶλλον αὑτοῖς. νυνὶ δὲ ἂν μόνον ἀκούσητε χορδῆς, ὥσπερ σάλπιγγος ἀκηκοότες, οὐκέτι δύνασθε εἰρήνην ἄγειν.
60
ἆρά γε μή Λακεδαιμονίους μιμεῖσθε; φασὶ γοῦν αὐτοὺς τὸ ἀρχαῖον πρὸς αὐλὸν πολεμεῖν· ὑμεῖς δὲ πρὸς κιθάραν αὐτὸ δρᾶτε. ἢ βούλεσθε, ἐπειδὴ τοῖς βασιλεῦσι τοὺς δήμους κἀγὼ παρέβαλον, Νέρωνι φαίνεσθαι τὴν αὐτὴν ἔχοντες νόσον; ἀλλʼ οὐδʼ ἐκεῖνον ὤνησεν ἡ λίαν ἐμπειρία περὶ τοῦτο καὶσπουδή. καὶ πόσῳ κρεῖττον μιμεῖσθαι τὸν νῦν ἄρχοντα παιδείᾳ καὶ λόγῳ προσέχοντα; οὐκ ἀποθήσεσθε τὴν αἰσχρὰν ταύτην καὶ ἄμετρον φιλοτιμίαν; οὐ φυλάξεσθε τοὺς ἄλλους σκώπτοντες καὶ ταῦτα ἐν ἀνθρώποις, εἰ θεμιτὸν εἰπεῖν, οὐδὲν μέγα οὐδὲ θαυμαστὸν ἔχουσιν;
61
εἰ γὰρ Ἰσμηνίας ηὔλει παρʼ ὑμῖν ἢ Τιμόθεος ᾖδεν ὁ παλαιὸς ἢ Ἀρίων, ὑφʼ οὗ λέγουσιν ᾅδοντος ἐν τῷ πελάγει τοὺς δελφῖνας ἀφικέσθαι πρὸς τὴν ναῦν, καὶ μετὰ ταῦτα ἐκπεσόντα αὐτὸν κατὰ τύχην τινὰ ἀναλαβεῖν καὶ σῶσαι, πῶς ἂν διέκεισθε; τούτων μὲν γάρ ἐστιν οὐδεὶς Ἀμφίων οὐδὲ Ὀρφεύς· ὁ μὲν γὰρ υἱὸς ἦν Μούσης, οἱ δὲ ἐκ τῆς Ἀμουσίας αὐτῆς γεγόνασι· διαθρύψαντες γὰρ καὶ κατάξαντες τὸ σεμνὸν τοῦ μέλους καὶ πάντα τρόπον λωβησάμενοι τὴν ἀρχαίαν μουσικήν —