65
χαλεπὸν οὖν ἤδη ἐστὶ τὸ λειπόμενον τοῦλόγου, καὶ δέδοικα πρὸς ὑμᾶς σαφῶς αὐτὸ εἰπεῖν. ἔλεγε γὰρ ἐξ ἐκείνων γένος τι φῦναι Μακεδόνων, καὶ τοῦτο αὖθις ὕστερον μετὰ Ἀλεξάνδρου διαβὰν ἐνθάδε οἰκῆσαι. καὶ διὰ τοῦτο δὴ τὸν τῶν Ἀλεξανδρέων δῆμον ἄγεσθαι μὲν ὑπὸ ᾠδῆς, ὡς οὐδένας ἄλλους, κἂν ἀκούσωσι κιθάρας ὁποιασοῦν, ἐξεστάναι καὶ φρίττεινκατὰ μνήμην τὴν Ὀρφέως. εἶναι δὲ τῷ τρόπῳ κοῦφον καὶ ἀνόητον, ὡς ἐκ τοιούτου σπέρματος· ἐπεὶ τούς γε ἄλλους Μακεδόνας ἀνδρείους καὶ πολεμικοὺς γενέσθαι καὶ τὸ ἦθος βεβαίους.
66
ἔλεγε δὲ καὶ περὶ τῶν κιθαρῳδῶν τῶν παρʼ ὑμῖν ἕτερον τοιοῦτόν τινα λόγον. τὰ γὰρ ζῷα ἐν τῇ συνουσίᾳ τῇ πρὸς τὸν Ὀρφέα τὰ μὲνἄλλα ἥδεσθαι μόνον καὶ ἐκπεπλῆχθαι, μιμεῖσθαι δὲ μηδὲν ἐπιχειρεῖν· τῶν κυνῶν δὲ ἐνίους, οἷα δὴ γένος ἀναιδὲς καὶ περίεργον ἐπιθέσθαι τῇ μουσικῇ, καὶ μελετᾶν τότʼ εὐθὺς ἀπιόντας καθʼ αὑτοὺς καὶ τὰ εἴδη μεταβαλόντας εἰς ἀνθρώπους διαφυλάττειν τὴν ἐπιμέλειαν. εἶναι δὲ τοῦτο αὐτὸ τὸ γένος τῶν κιθαρῳδῶν· διὸ μὴδύνασθαι παντάπασιν ἐκβῆναι τὴν αὑτῶν φύσιν, ἀλλὰ μικρὸν μέν τι διασῴζειν τῆς Ὀρφέως διδασκαλίας, τὸ πολὺ δʼ αὐτοῖς ἐμμένειν κύνειον τοῦ μέλους. ταῦτα μὲν ἐκεῖνος ἔπαιζεν ὁ Φρύξ.
67
ἐγὼ δʼ ὑμῖν βούλομαι Λακεδαιμονίων ἔργον εἰπεῖν, ὡς ἐκεῖνοι προσηνέχθησαν ἀνδρὶ κιθαρῳδῷ θαυμαζομένῳ τότε ἐν τοῖς Ἕλλησιν. ὅτι γὰρ λίαν ἡδὺς ἐδόκει καὶ περιττὸς εἶναι, μὰ Δίʼ οὐκ ἐτίμησαν αὐτόν, ἀλλʼ ἀφείλοντο τὴν κιθάραν καὶ τὰς χορδὰς ἐξέτεμον, ἀπιέναι προειπόντες ἐκ τῆς πόλεως. ἐκεῖνοι μὲν οὖν τὸ πρᾶγμα οὕτως ὑφεωρῶντο, καὶ ἐφύλαττον τὰ ὦτα, ὡς ἂν μὴ διαφθαρῶσιν αἱ ἀκοαὶ μηδὲ τρυφερώτεραι γένωνται τοῦ δέοντος· ὑμεῖς δὲ οὕτως ἀγεννῶς δεδούλωσθε ὑπὸ τῆς τοιαύτης ἡδονῆς.